Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 52

28.5 δύναται προσιέναι, καὶ μετὰ τοῦτο ἀντιλογίσασθαι μὴ μόνον τὰ στρατιωτικὰ ἀλλὰ καὶ τἆλλα πάντα διʼ ὧν καλῶς πόλις οἰκεῖται, καὶ προσέτι καὶ ὅσα ἔς τε τὰς αἰφνιδίους στρατείας καὶ ἐς τὰ λοιπὰ ὅσα εἴωθεν ἐπὶ καιροῦ συμβαίνειν, ἀναγκαῖον
28.6 ἔσται δαπανᾶσθαι· κἀκ τούτου πρὸς πᾶν τὸ λεῖπον φόρον τε ἐπιτάξαι πᾶσιν ἁπλῶς τοῖς ἐπικαρπίαν e)pikarpi/an M, e)pi\ karti/an V. τινὰ τῷ κεκτημένῳ αὐτὰ παρέχουσι, καὶ τέλη καταστῆσαι παρὰ πᾶσιν ὧν ἄρχομεν (καὶ γὰρ καὶ δίκαιον καὶ προσῆκόν ἐστι μηδένα αὐτῶν ἀτελῆ εἶναι, μὴ ἰδιώτην, μὴ δῆμον, ἅτε καὶ τῆς ὠφελίας τῆς ἀπʼ αὐτῶν ὁμοίως τοῖς ἄλλοις
28.7 ἀπολαύσοντας a)polau/sontas R. Steph., a)polau/santas *wM.ʼ,ʼ καί σφων ἐκλογέας τοὺς ἐπιτροπεύσοντας ἑκασταχόθι ποιῆσαι, ὥστε αὐτοὺς πᾶν τὸ τῷ τῆς ἐπιτροπείας αὐτῶν χρόνῳ προσῆκον ἐξ ἁπασῶν τῶν προσόδων ἐσπράττειν. τοῦτο γὰρ καὶ ἐκείνοις ῥᾴω τὴν ἔσπραξιν ποιήσει καὶ τοῖς διδοῦσί τι ὠφελίαν οὐκ ἐλαχίστην παρέξει·
28.8 λέγω δὲ τὸ to\ R. Steph., tou= *wM. κατʼ ὀλίγον σφας ἐν ταῖς τάξεσιν ὅσα ὀφείλουσιν ἐσφέρειν, καὶ μή, βραχὺν ῥᾳθυμήσαντας χρόνον, ἐπικεφαλαιωθέντα πάντα ἐσάπαξ ἀπαιτεῖσθαι.
29.1 καὶ οὐκ ἀγνοῶ μὲν ὅτι τινὲς τῶν τε φόρων καὶ τῶν τελῶν καθισταμένων ἀχθεσθήσονται· ἀλλὰ καὶ ἐκεῖνο οἶδα ὅτι, ἂν μήτε προσεπηρεάζωνται καὶ τῷ ἔργῳ πεισθῶσιν ὅτι πάντα ταῦτα καὶ ὑπὲρ τῆς σωτηρίας σφῶν καὶ ὑπὲρ τοῦ τὰ λοιπὰ
29.2 ἀδεῶς καρποῦσθαι συνεσοίσουσι, καὶ προσέτι prose/ti R. Steph., pro\s e)pi\ *wM. τὰ πλείω αὐτῶν οὐχ ἕτεροί τινες ἀλλʼ αὐτοὶ ἐκεῖνοι, οἱ μὲν ἄρχοντες οἱ δὲ ἐπιτροπεύοντες οἱ δὲ στρατευόμενοι, λήψονται, καὶ πάνυ πολλὴν χάριν εἴσονταί σοι, βραχέα ἀπὸ πολλῶν ὧν ἂν μηδὲν ἐπηρεαζόμενοι καρπῶνται διδόντες, ἄλλως τε κἂν ὁρῶσί σε σωφρόνως τε διαιτώμενον καὶ
29.3 μηδὲν μάτην παραναλίσκοντα. τίς γὰρ οὐκ ἂν ἰδών σε πρὸς μὲν τὰ οἰκεῖα φειδωλότατον πρὸς δὲ τὰ κοινὰ ἀφειδέστατον ὄντα, ἐθελοντὶ συντελέσειέ τι, καὶ ἀσφάλειαν καὶ εὐπορίαν ἑαυτοῦ τὸ σὲ πλουτεῖν εἶναι νομίζων;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi