Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 52

31.4 προκαταγνούς, καὶ ἐκείνῳ πᾶσαν τὴν περὶ αὐτῶν διαψήφισιν ἀκέραιον ἐπιτρέπῃς, ἵνʼ οἵ τε ἀδικοῦν τές τι ἐν πᾶσι τοῖς ὁμοτίμοις ἐλεγχόμενοι κολάζωνται χωρὶς τοῦ σοῦ φθόνου, καὶ οἱ ἄλλοι ταῦθʼ ὁρῶντες βελτίους γίγνωνται φόβῳ τοῦ μὴ καὶ αὐτοὶ ἐκδημοσιευθῆναι.
31.5 καὶ ταῦτα μέντοι περὶ ἐκείνων τῶν ἀδικημάτων, περὶ ὧν οἵ τε νόμοι κεῖνται καὶ αἱ κρίσεις αἱ κατʼ αὐτοὺς γίγνονται, λέγω. τὸ γὰρ ὅτι τις ἐλοιδόρησέ σε ἢ καὶ ἕτερόν τι ἀνεπιτήδειον εἶπε, μήτʼ ἀκούσῃς ποτὲ κατηγοροῦντός τινος μήτε
31.6 ἐπεξέλθῃς. αἰσχρὸν μὲν γὰρ τὸ πιστεύειν ὅτι τις μήτε τι ἀδικοῦντά σε καὶ εὐεργετοῦντα πάντας προεπηλάκισε, καὶ μόνοι τοῦτο ποιοῦσιν οἱ κακῶς ἄρχοντες· ἐκ γὰρ τοῦ συνειδότος καὶ τὸ πιστὸν
31.7 τῶν λεγομένων εἰρῆσθαι τεκμαίρονται· δεινὸν δὲ καὶ τὸ χαλεπαίνειν ἐπὶ τοῖς τοιούτοις, ἃ εἰ μὲν ἀληθῆ εἴη, κρεῖττόν ἐστι μὴ ποιεῖν, εἰ δὲ ψευδῆ, μὴ προσποιεῖσθαι, ὡς πολλοί γε ἤδη διὰ τούτου πολὺ πλείω καὶ χαλεπώτερα λογοποιεῖσθαι καθʼ
31.8 ἑαυτῶν ἐποίησαν. περὶ μὲν οὖν τῶν λόγῳ τι προπηλακίζειν αἰτιαζομένων ταῦτʼ ἐγὼ φρονῶ· κρείττω τε γὰρ καὶ ὑψηλότερον πάσης ὕβρεως εἶναί σε χρή, καὶ μηδʼ ἐς ἔννοιάν ποτε μήτʼ αὐτὸν ἀφικνεῖσθαι μήτε τοὺς ἄλλους προάγειν ὅτι δύναταί τις ἀσελγᾶναί τι ἐς σέ, ἵνʼ ὡς περὶ τῶν θεῶν, οὕτω ou(/tw M, om. V. καὶ περὶ σοῦ φρονῶσιν ὅτι σεπτὸς
31.9 εἶ. ἂν δὲ δή τις ἐπιβουλεύειν σοι αἰτίαν λάβῃ (γένοιτο γὰρ ἄν τι καὶ τοιοῦτονʼ, αὐτὸς μὲν μηδὲ περὶ ἐκείνου τι μήτε δικάσῃς μήτε προδιαγνῷς (ἄτοπον γὰρ τὸν αὐτὸν καὶ κατήγορον καὶ δικαστὴν γίγνεσθαἰ, ὑπὸ u(po\ Bs., e)pi\ *wM. δὲ δὴ τὴν βουλὴν αὐτὸν ἀγαγὼν ἀπολογήσασθαί τε ποίησον, κἂν ἐλεγχθῇ, κόλασον μετριάσας ὡς οἷόν τέ ἐστι τὸ τιμώρημα,
31.10 ἵνα καὶ πιστευθῇ τὸ ἀδίκημα. χαλεπώτατα γὰρ οἱ πολλοὶ πείθονται ὅτι τις ἄοπλος ὢν ἐπιβουλεύει τῷ ὡπλισμένῳ· καὶ μόνως ἂν οὕτως αὐτῶν τύχοις, εἰ μήτε πρὸς ὀργὴν μήτʼ ἀνηκέστως, ἐφʼ ὅσον γε καὶ ἐνδέχεται, τὴν τιμωρίαν αὐτοῦ ποιοῖο. λέγω δὲ ταῦτα χωρὶς ἢ εἴ τις στράτευμά τι ἔχων ἄντικρυς ἐπανασταίη· οὐδὲ γὰρ δικάζεσθαι τὸν τοιοῦτόν που προσῆκεν, ἀλλʼ ἐν πολεμίου μοίρᾳ κολάζεσθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi