Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 52

4.1 ἡ μὲν τοίνυν ἰσονομία τό τε πρόσρημα εὐώνυμον καὶ τὸ ἔργον δικαιότατον ἔχει. τήν τε γὰρ φύσιν τὴν αὐτήν τινας εἰληχότας καὶ ὁμοφύλους ἀλλήλοις ὄντας, ἔν τε τοῖς αὐτοῖς ἤθεσι τεθραμμένους καὶ ἐν τοῖς ὁμοίοις νόμοις πεπαιδευμένους,
4.2 καὶ κοινὴν καὶ τὴν τῶν σωμάτων καὶ τὴν τῶν ψυχῶν χρῆσιν τῇ πατρίδι παρέχοντας, πῶς μὲν οὐ δίκαιον καὶ τἆλλα πάντα κοινοῦσθαι, πῶς δʼ οὐκ ἄριστον ἐν μηδενὶ πλὴν ἀπʼ ἀρετῆς
4.3 προτιμᾶσθαι; ἥ τε γὰρ ἰσογονία ἰσομοιρίας ὀριγνᾶται, καὶ τυχοῦσα μὲν αὐτῆς χαίρει, διαμαρτοῦσα δὲ ἄχθεται· καὶ τὸ ἀνθρώπειον πᾶν, ἅτε ἔκ τε θεῶν γεγονὸς καὶ ἐς θεοὺς ἀφῆξον, ἄνω βλέπει, καὶ οὔτε ἐθέλει ὑπὸ τοῦ αὐτοῦ διὰ παντὸς
4.4 ἄρχεσθαι, οὔθʼ ὑπομένει τῶν μὲν πόνων καὶ τῶν κινδύνων τῶν τε δαπανημάτων μετέχον, τῆς δὲ κοινωνίας τῶν κρειττόνων στερόμενον, ἀλλὰ κἂν ἀναγκασθῇ τι τοιοῦτον ὑποστῆναι, μισεῖ τὸ βεβιασμένον, κἂν καιροῦ λάβηται, τιμωρεῖται τὸ
4.5 μεμισημένον. ἄρχειν τε γὰρ πάντες ἀξιοῦσι, καὶ διὰ τοῦτο καὶ ἄρχεσθαι ἐν τῷ μέρει ὑπομένουσι· καὶ πλεονεκτεῖσθαι οὐκ ἐθέλουσι, καὶ διὰ τοῦτο οὐδʼ αὐτοὶ πλεονεκτεῖν ἀναγκάζονται. ταῖς τε τιμαῖς ταῖς παρὰ τῶν ὁμοτίμων χαίρουσι, καὶ
4.6 τὰς τιμωρίας τὰς ἐκ τῶν νόμων ἐπαινοῦσι. κἂν οὕτω πολιτεύωνται, κοινὰ koina\ Rk., kai\ koina\ *wM. μὲν τὰ ἀγαθὰ κοινὰ δὲ καὶ τὰ ἐναντία νομίζοντες εἶναι, οὔτε τι κακὸν οὐδενὶ τῶν πολιτῶν γίγνεσθαι βούλονται, καὶ πάντα τὰ κρείττω πᾶσιν αὐτοῖς συνεύχονται.
4.7 καὶ ἄν τε τις αὐτὸς ἀρετήν τινα ἔχῃ, καὶ προφαίνει αὐτὴν προχείρως καὶ ἀσκεῖ προθύμως καὶ ἐπιδείκνυσιν ἀσμενέστατα, ἄν τε καὶ ἐν ἑτέρῳ ἴδῃ, καὶ προάγει ἑτοίμως καὶ συναύξει σπουδαίως
4.8 καὶ τιμᾷ λαμπρότατα. καὶ μέντοι κἂν κακύνηταί τις, πᾶς αὐτὸν μισεῖ, κἂν δυστυχῇ, πᾶς ἐλεεῖ, κοινὴν τῆς πόλεως καὶ τὴν ζημίαν καὶ τὴν αἰσχύνην τὴν ἀπʼ αὐτῶν εἶναι νομίζων.
5.1 αὕτη μὲν ἡ τῶν δήμων κατάστασις, ἐν δὲ δὴ ταῖς τυραννίσι πάντα τἀναντία συμβαίνει. καὶ τὰ μὲν πολλὰ τί δεῖ μηκύνειν λέγοντα; τὸ δὲ δὴ κεφάλαιον, χρηστὸν μὲν οὐδεὶς οὐδὲν οὔτʼ εἰδέναι οὔτʼ ἔχειν δοκεῖν βούλεται (πολέμιον γὰρ αὐτῷ πᾶν ἐπὶ τούτῳ τὸ κρατοῦν ὡς πλήθει γίγνεταἰ,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi