Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 52

35.4 ἐξ εὐεργεσιῶν δημιούργει. μὴ μέντοι μηδὲ ναόν ποτε περιίδῃς σαυτῷ γενόμενον. μάτην γὰρ παμπληθῆ χρήματα ἐς τὰ τοιαῦτα ἀναλίσκεται, ἃ κρεῖττόν ἐστιν ἐς τὰ ἀναγκαῖα δαπανᾶσθαι (πλοῦτος γὰρ ἀκριβὴς οὐχ οὕτως ἐκ τοῦ πολλὰ λαμβάνειν ὡς ἐκ τοῦ μὴ πολλὰ ἀναλίσκειν ἀθροίζεταἰ, καὶ ἐς εὔκλειαν οὐδὲν ἀπʼ αὐτῶν προσγίγνεται.
35.5 ἀρετὴ μὲν γὰρ ἰσοθέους πολλοὺς ποιεῖ, χειροτονητὸς δʼ οὐδεὶς πώποτε θεὸς ἐγένετο, ὥστε σοὶ μὲν ἀγαθῷ τε ὄντι καὶ καλῶς ἄρχοντι πᾶσα μὲν γῆ τεμένισμα ἔσται, πᾶσαι δὲ πόλεις ναοί, naoi/ M, om. V. πάντες δὲ ἄνθρωποι ἀγάλματα (ἐν γὰρ ταῖς γνώμαις
35.6 αὐτῶν ἀεὶ μετʼ εὐδοξίας ἐνιδρυθήσᾐ, τοὺς δʼ ἄλλως πως τὰ κράτη διέποντας οὐ μόνον οὐ σεμνύνει τὰ τοιαῦτα, κἂν ἐν ἁπάσαις ταῖς πόλεσιν ἐξαιρεθῇ, ἀλλὰ καὶ προσδιαβάλλει, τρόπαιά τέ τινα τῆς κακίας αὐτῶν καὶ μνημεῖα τῆς ἀδικίας γιγνόμενα· ὅσῳ γὰρ ἂν ἐπὶ πλεῖον ἀνταρκέσῃ, τοσούτῳ μᾶλλον καὶ ἡ κακοδοξία αὐτῶν διαμένει.
36.1 ὥστʼ εἴπερ ἀθάνατος ὄντως ἐπιθυμεῖς γενέσθαι, ταῦτά τε οὕτω πρᾶττε, καὶ προσέτι τὸ μὲν θεῖον πάντῃ πάντως αὐτός τε σέβου κατὰ τὰ πάτρια καὶ τοὺς ἄλλους τιμᾶν ἀνάγκαζε, τοὺς δὲ δὴ ξενίζοντάς
36.2 τι περὶ αὐτὸ καὶ μίσει καὶ κόλαζε, μὴ μόνον τῶν θεῶν ἕνεκα, ὧν ὁ o( supplied by St. καταφρονήσας οὐδʼ ἄλλου ἄν τινος προτιμήσειεν, ἀλλʼ ὅτι καὶ καινά τινα δαιμόνια οἱ τοιοῦτοι ἀντεσφέροντες πολλοὺς ἀναπείθουσιν ἀλλοτριονομεῖν, κἀκ τούτου καὶ συνωμοσίαι καὶ συστάσεις ἑταιρεῖαί τε γίγνονται, ἅπερ ἥκιστα μοναρχίᾳ συμφέρει. μήτʼ οὖν ἀθέῳ
36.3 τινὶ μήτε γόητι συγχωρήσῃς εἶναι. μαντικὴ μὲν γὰρ ἀναγκαία ἐστί, καὶ πάντως τινὰς καὶ ἱερόπτας καὶ οἰωνιστὰς ἀπόδειξον, οἷς οἱ βουλόμενοί τι κοινώσασθαι συνέσονται· τοὺς δὲ δὴ μαγευτὰς πάνυ οὐκ εἶναι προσήκει. πολλοὺς γὰρ πολλάκις οἱ τοιοῦτοι, τὰ μέν τινα ἀληθῆ τὰ δὲ δὴ πλείω

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi