Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 52

37.7 ἁμαρτάνῃ. τοῖς δὲ δὴ πολλοῖς ἄμυνε μὲν ἰσχυρῶς ἀδικουμένοις, μὴ πρόσεχε δὲ ῥᾳδίως αἰτιωμένοις, ἀλλʼ αὐτὰ τὰ ἔργα καθʼ ἑαυτὰ ἐξέταζε, μήτε ἐς τὸ προέχον πᾶν ὑποπτεύων μήτε τῷ
37.8 καταδεεστέρῳ παντὶ πιστεύων. καὶ τοὺς μὲν ἐργαζομένους χρήσιμόν τέ τι τεχνωμένους τίμα, τοὺς δʼ ἀργοῦντας ἢ καὶ φλαῦρόν τι πραγματευομένους μίσει, ἵνα τῶν μὲν διὰ τὰς ὠφελίας ὀριγνώμενοι, τῶν δὲ διὰ τὰς ζημίας ἀπεχόμενοι, πρός τε τὰ οἰκεῖα ἀμείνους καὶ πρὸς τὰ κοινὰ συμφορώτεροί σοι γίγνωνται.
37.9 καλὸν μὲν οὖν ἐστι καὶ τὸ τὰ τῶν ἰδιωτῶν ἀμφισβητήματα ὡς ἐλάχιστα ποιοῦντα τὰς διαλύσεις αὐτῶν ὡς τάχιστα καθιστάναι, κάλλιστον δὲ τὸ τὰς τῶν δήμων ὁρμὰς κολούειν, κἂν ἐπευχόμενοί τινα τῇ τε ἀρχῇ καὶ τῇ σωτηρίᾳ τῇ τε τύχῃ σου ἐκβιάζεσθαί τινας ἢ πρᾶξαί τι ἢ ἀναλῶσαι
37.10 παρὰ δύναμιν ἐπιχειρῶσι, μὴ ἐπιτρέπειν, τάς τε ἔχθρας αὐτῶν καὶ τὰς φιλοτιμίας τὰς πρὸς ἀλλήλους παντάπασιν ἐκκόπτειν, καὶ μήτε ἐπωνυμίας τινὰς κενὰς μήτʼ ἄλλο τι ἐξ οὗ διενεχθήσονταί τισιν ἐφιέναι σφίσι ποιεῖσθαι. ῥᾳδίως δέ σοι πάντες καὶ ἐς ταῦτα καὶ ἐς τὰ ἄλλα καὶ ἰδίᾳ καὶ κοινῇ πειθαρχήσουσιν, ἂν μηδὲν παρὰ ταῦτα μηδέποτε συγχωρήσῃς τινί· tin R. Steph., ti *wM. ἡ γὰρ ἀνωμαλία καὶ
37.11 τὰ καλῶς πεπηγότα διαλύει. καὶ διὰ τοῦτʼ οὐδʼ αἰτεῖν τι ἀρχήν, ὅ γε μὴ δώσεις, ἐπιτρέπειν σφίσιν ὀφείλεις, ἀλλὰ καὶ αὐτὸ τοῦτο πρῶτον ἰσχυρῶς φυλάττειν σφᾶς ἀναγκάζειν, τὸ μηδὲν ἀξιοῦν τῶν κεκωλυμένων.
38.1 ταῦτα μὲν περὶ ἐκείνων λέγω, καθʼ ἁπάντων δέ σοι συμβουλεύω μήτʼ ἀποχρήσασθαί ποτε τῇ ἐξουσίᾳ, μήτʼ οἰηθῆναι μείωσίν τινα αὐτῆς εἶναι ἂν μὴ πάντα ἁπαξαπλῶς ὅσα δύνασαι καὶ ποιήσῃς· ἀλλʼ ὅσῳ μᾶλλον πάνθʼ ὅσα ἂν βουληθῇς καὶ δυνήσῃ πρᾶξαι, τόσῳ μᾶλλον προθυμοῦ πάνθʼ
38.2 ὅσα προσήκει βούλεσθαι. καὶ ἀεί γε αὐτὸς παρὰ σαυτῷ ἐξέταζε, εἴτε ὀρθῶς τι ποιεῖς εἴτε καὶ μή, τί τε πράττοντά σε φιλήσουσί τινες καὶ τί μή, ἵνα τὰ μὲν ποιῇς αὐτῶν τὰ δὲ ἐκκλίνῃς. μὴ γὰρ δὴ ἡγήσῃ dh\ h(gh/sh| M, dihgh/shi V. δεόντως τι παρὰ τοῦτο πράττειν δόξειν, ἂν μηδενὸς αἰτιωμένου σε ἀκούσῃς· μηδʼ ἀναμείνῃς οὕτω τινὰ ἐκφρονῆσαί ποτε ὥστε

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi