Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 52

42.3 μιμήσασθαί σφας ἠνάγκασε. καὶ αὐτῶν ἠτίμωσε μὲν οὐδένα, τὰ δʼ ὀνόματα τῶν δευτέρων ἐξέθηκε· τοῖς γὰρ προτέροις, ὅτι μὴ ἐχρόνισαν ἀλλʼ εὐθὺς ἐπειθάρχησάν οἱ, ἀφῆκε τὸ ὀνείδισμα, ὥστʼ αὐτοὺς μὴ ἐκδημοσιευθῆναι. οὗτοι μὲν οὖν ou)=n M, om. V. ἑκούσιοι δῆθεν ἰδιώτευσαν, Κύιντον δὲ δὴ Στατίλιον καὶ πάνυ ἄκοντα τῆς
42.4 δημαρχίας, ἐς ἣν ἀπεδέδεικτο, εἶρξεν. ἑτέρους τέ τινας βουλεύειν ἐποίησε, καὶ ἔς γε τοὺς ὑπατευκότας δύο ἄνδρας ἐκ τῶν βουλευόντων, Κλούουιόν τέ τινα καὶ Φούρνιον Γαΐους, ἐγκατέλεξεν, ὅτι προαποδεδειγμένοι οὐκ ἠδυνήθησαν, ἄλλων τινῶν τὰς ἀρχὰς αὐτῶν προκαταλαβόντων, ὑπατεῦσαι.
42.5 τό τε τῶν εὐπατριδῶν γένος συνεπλήθυσε, τῆς βουλῆς οἱ δῆθεν ἐπιτρεψάσης τοῦτο ποιῆσαι, ἐπειδὴ τό τε πλεῖστόν σφων ἀπωλώλει a)pwlw/lei Dind., a)polw/lei *wM. (οὐδὲν γὰρ οὕτως ὡς τὸ γενναῖον ἐν τοῖς ἐμφυλίοις πολέμοις ἀναλίσκεται) καὶ ἐς τὴν ποίησιν τῶν
42.6 πατρίων ἀναγκαῖοι ἀεὶ εἶναι νομίζονται. ταῦτά τε οὖν ἔπραξε, καὶ προσαπεῖπε πᾶσι τοῖς βουλεύουσι μὴ ἐκδημεῖν ἔξω τῆς Ἰταλίας, ἂν μὴ αὐτός τινι κελεύσῃ ἢ καὶ ἐπιτρέψῃ. καὶ τοῦτο καὶ δεῦρο ἀεὶ φυλάσσεται· πλὴν γὰρ ὅτι ἔς τε τὴν Σικελίαν καὶ ἐς τὴν Γαλατίαν τὴν περὶ Νάρβωνα, οὐδαμόσε ἄλλοσε βουλευτῇ ἀποδημῆσαι
42.7 ἔξεστιν. ἐκεῖσε γὰρ διά τε τὸ σύνεγγυς καὶ διὰ τὸ ἄοπλον τό τε εἰρηναῖον τῶν ἀνθρώπων δέδοται τοῖς γέ τι κεκτημένοις αὐτόθι καὶ ἄνευ παραιτήσεως, ὁσάκις ἂν ἐθελήσωσιν, ἀπιέναι.
42.8 ἐπειδή τε πολλοὺς ἔτι καὶ τῶν βουλευτῶν καὶ τῶν ἄλλων τῶν τὰ τοῦ Ἀντωνίου σπουδασάντων ὑπόπτως πρὸς αὑτὸν διακειμένους ἑώρα, καὶ ἐφοβήθη μὴ νεοχμώσωσί τι, πάντα ἔφη τὰ γράμματα τὰ ἐν τοῖς κιβωτίοις αὐτοῦ εὑρεθέντα (??ʼατακεκαυκέναι. καὶ ὡς ἀληθῶς γε διεφθάρκει τινά· τὰ γὰρ δὴ πλείω καὶ πάνυ ἐτήρει, ὥστε μηδʼ ὀκνῆσαι ὕστερον αὐτοῖς χρήσασθαι.
43.1 τοῦτό τε οὖν οὕτως ἐποίησε καὶ τὴν Καρχηδόνα ἐπαπῴκισεν, ὅτι ὁ Λέπιδος μέρος τι αὐτῆς ἠρημώκει καὶ διὰ τοῦτο τὰ δίκαια τῆς ἀποικίας σφῶν λελυκέναι ἐδόκει. τόν τε Ἀντίοχον τὸν Κομμαγηνὸν μετεπέμψατο, ὅτι τινὰ πρεσβευτὴν ὑπὸ τοῦ ἀδελφοῦ διαφόρου οἱ ὄντος σταλέντα ἐς τὴν Ῥώμην ἐδολοφόνησε, καὶ ἔς τε τὸ συνέδριον

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi