Kitap 52
6.4
κοινὰς συντελείας αὐθαιρέτους ποιοῦνται. ἐκεῖνο μὲν γὰρ οὔτʼ ἂν ἐθελήσειέ τις (οὐδὲ γὰρ οὐδʼ ὁμολογήσειεν ἂν ῥᾳδίως πλουτεῖνʼ οὔτε συμφέρει τῷ κρατοῦντι γίγνεσθαι· αὐτίκα γὰρ ἂν δόξαν παρὰ τοῖς πολλοῖς ὡς καὶ φιλόπολις ἔχων ὀγκωθείη καὶ νεωτερίσειε. τὸ δʼ ἕτερον πάνυ τοὺς πολλοὺς βαρύνει, καὶ μάλισθʼ ὅτι τὴν μὲν ζημίαν αὐτοὶ ὑπομένουσι, τὸ δὲ δὴ κέρδος ἕτεροι
6.5
λαμβάνουσιν. ἐν μὲν γὰρ ταῖς δημοκρατίαις καὶ στρατεύονται ὡς πλήθει οἱ τὰ χρήματα συνεσφέροντες, ὥστε τρόπον τινὰ αὖθις αὐτὰ ἀπολαμβάνουσιν· ἐν δὲ ταῖς μοναρχίαις ἄλλοι μὲν ὡς τὸ πολὺ καὶ γεωργοῦσι καὶ δημιουργοῦσι καὶ ναυτίλλονται καὶ πολιτεύονται, παρʼ ὧνπερ καὶ αἱ λήψεις μάλιστα γίγνονται, ἄλλοι δὲ τὰ ὅπλα ἔχουσι καὶ τὸν μισθὸν φέρουσιν.
7.1
ἓν μὲν δὴ τοῦτο τοιοῦτον ὂν πράγματά σοι παρέξει, ἕτερον δὲ ἐκεῖνο. πάντως μέν τινα δεῖ δίκην τὸν ἀεὶ κακουργοῦντα διδόναι· οὔτε γὰρ ἐκ νουθεσίας οὔτε ἐκ παραδειγμάτων οἱ πολλοὶ σωφρονίζονται, ἀλλὰ ἀνάγκη πᾶσα αὐτοὺς καὶ ἀτιμίᾳ καὶ φυγῇ καὶ θανάτῳ ζημιοῦσθαι, οἷα ἔν τε ἀρχῇ τηλικαύτῃ καὶ ἐν πλήθει ἀνθρώπων τοσούτῳ, tosou/tw| St., tosou/twn *wL'. ἄλλως τε καὶ ἐν μεταβολῇ πολιτείας,
7.2
φιλεῖ συμβαίνειν. τούτοις tou/tois Xyl., tou/tous *wL'. δʼ ἂν μὲν ἑτέρους δικαστὰς καθίζῃς, ἀπολύοιντό τε ἂν διασπευδόμενοι, καὶ μάλιστα ὅσους ἂν ἐχθραίνειν νομισθῇς· καὶ γὰρ προσποίησίν τινα ἐξουσίας οἱ δικάζοντες λαμβάνουσιν, ὅταν τι παρὰ τὸ δοκοῦν τῷ
7.3
κρατοῦντι ποιήσωσι· κἂν ἄρα τινὲς ἁλίσκωνται, a(li/skwntai R. Steph., a(li/skontai *wL'. διὰ σὲ δόξουσιν ἐκ κατασκευάσματος κατεψηφίσθαι. ἂν δʼ αὐτὸς δικάζῃς, πολλοὺς ἀναγκασθήσῃ καὶ τῶν ὁμοτίμων κολάζειν (τοῦτο δὲ οὐκ εὐτυχέσʼ, καὶ πάντως τινὰς αὐτῶν ὀργῇ
7.4
μᾶλλον ἢ δικαιώσει δόξεις do/ceis L', do/chs V. εὐθύνειν· τοὺς γὰρ βιάζεσθαι δυναμένους οὐδεὶς δικάζοντας δικαιοπραγεῖν πιστεύει, ἀλλʼ οἴονται πάντες αὐτοὺς σχῆμα καὶ σκιαγραφίαν πολιτείας αἰσχύνῃ πρὸ τῆς ἀληθείας προπεταννύντας, ὀνόματι ἐννόμῳ e)nno/mw| Naber, e)nno/mou *wL'. δικαστηρίου τὴν ἑαυτῶν ἐπιθυμίαν ἀποπιμπλάναι. ἐν μὲν οὖν ταῖς μοναρχίαις ταῦθʼ οὕτω