Kitap 52
8.7
δʼ ἂν ἐν τοῖς μεγίστοις πταίσειας. τί μὲν γὰρ ἂν ἀγαθὸν ἀμαθὴς ἢ ἀγεννὴς a)gennh\s *w, a)genh\s L'. ἄνθρωπος ἐργάσαιτο; τίς δʼ οὐκ ἂν καταφρονήσειεν αὐτοῦ τῶν πολεμίων; τίς δʼ ἂν πειθαρχήσειέν peiqarxh/seie/n (piqarxh/seie/n' L', piqa/rxhsen V. οἱ τῶν συμμάχων; τίς δʼ οὐκ ἂν καὶ αὐτῶν τῶν στρατιωτῶν ἀπαξιώσειεν ὑπὸ τοιούτου τινὸς ἄρχεσθαι; καὶ μὴν ὅσα ἐκ τούτου κακὰ γίγνεσθαι πέφυκε, τὰ μὲν ἄλλα
8.8
οὐδὲν δέομαί σοι σαφῶς εἰδότι διηγεῖσθαι, ἐκεῖνο δὲ δὴ μόνον ἀναγκαίως ἐρῶ, ὅτι ἂν μὲν μηδὲν δέον ὁ τοιοῦτος πράττῃ, πολὺ πλείω ἄν σε τῶν πολεμίων βλάψειεν, ἂν δέ τι τῶν προσηκόντων ποιῇ, καὶ αὐτὸς ἄν σοι φοβερὸς ἐκφρονήσας ὑπʼ ἀπαιδευσίας γένοιτο.
9.1
οὐ μέντοι καὶ ταῖς δημοκρατίαις τοιοῦτό τι πρόσεστιν, ἀλλʼ ὅσῳ ἂν πλείους καὶ πλουτῶσι καὶ ἀνδρίζωνται, τόσῳ μᾶλλον αὐτοί τε φιλοτιμοῦνται καὶ τὴν πόλιν αὔξουσι, καί σφισι καὶ ἐκείνη κέχρηται καὶ χαίρει, πλὴν ἄν τις τυραννίδος ἐπιθυμήσῃ· τοῦτον γὰρ ἰσχυρῶς κολάζουσι.
9.2
καὶ ὅτι ταῦθʼ οὕτως ἔχει καὶ πολλῷ κρείττους αἱ δημοκρατίαι τῶν μοναρχιῶν εἰσι, δηλοῖ μὲν καὶ τὸ Ἑλληνικόν· τέως μὲν γὰρ οὕτως ἐπολιτεύοντο, οὐδὲν μέγα κατέπραξαν, ἐπειδὴ δὲ ἐκείνως e)kei/nws L', e)kei=nos V. ζῆν
9.3
ἤρξαντο, ὀνομαστότατοι ἐγένοντο· δηλοῖ δὲ καὶ τὰ τῶν ἄλλων ἀνθρώπων, ὧν οἱ μὲν ἐν τυραννίσι καὶ νῦν ἔτι διαγόμενοι ἀεί τε δουλεύουσι καὶ ἀεὶ τοῖς ἄρχουσιν ἐπιβουλεύουσιν, οἱ δὲ δὴ προστατείαις ἐπετησίοις ἢ καὶ ἐπὶ πλείω τινὰ χρόνον χρώμενοι καὶ ἐλεύθεροι καὶ αὐτόνομοι διατελοῦσιν
9.4
ὄντες. ἀλλὰ τί δεῖ ἡμᾶς ἀλλοτρίοις παραδείγμασιν οἰκεῖα ἔχοντας χρῆσθαι; ἡμεῖς γὰρ αὐτοὶ οἱ Ῥωμαῖοι ἄλλως τὸ πρῶτον πολιτευόμενοι, ἔπειτα ἐπειδὴ πολλὰ καὶ δεινὰ ἐπάσχομεν, τῆς τε ἐλευθερίας ἐπεθυμήσαμεν καὶ λαβόντες αὐτὴν