Kitap 53
11.1
τοιαῦτα τοῦ Καίσαρος ἀναλέγοντος ποικίλον τι πάθος τοὺς βουλευτὰς κατελάμβανεν. ὀλίγοι μὲν γὰρ τήν τε διάνοιαν αὐτοῦ ᾔδεσαν κἀκ τούτου καὶ συνεσπούδαζον αὐτῷ· τῶν δʼ ἄλλων οἱ μὲν ὑπώπτευον τὰ λεγόμενα οἱ δὲ ἐπίστευόν σφισι, καὶ διὰ ταῦτα καὶ ἐθαύμαζον ὁμοίως ἀμφότεροι,
11.2
οἱ μὲν τὴν περιτέχνησιν αὐτοῦ οἱ δὲ τὴν γνώμην, καὶ ἤχθοντο οἱ μὲν τῇ πραγματείᾳ αὐτοῦ οἱ δὲ τῇ μετανοίᾳ. τό τε γὰρ δημοκρατικὸν ἤδη τινὲς ὡς καὶ στασιῶδες ἐμίσουν, καὶ τῇ μεταστάσει τῆς πολιτείας ἠρέσκοντο, τῷ τε Καίσαρι ἔχαιρον. καὶ ἀπʼ αὐτῶν τοῖς μὲν παθήμασι διαφόροις τοῖς
11.3
δὲ ἐπινοήμασιν ὁμοίοις ἐχρῶντο. οὔτε γὰρ πιστεύσαντες ἀληθῶς αὐτὰ λέγεσθαι χαίρειν ἐδύναντο, οὔθʼ οἱ βουλόμενοι boulo/menoi R. Steph., bouleuo/menoi *wM. τοῦτο διὰ τὸ δέος, οὔθʼ οἱ ἕτεροι διὰ τὰς ἐλπίδας· οὔτʼ ἀπιστήσαντες διαβαλεῖν τε αὐτὸν καὶ ἐλέγξαι ἐτόλμων, οἱ μὲν
11.4
ὅτι ἐφοβοῦντο, οἱ δʼ ὅτι οὐκ ἐβούλοντο. ὅθενπερ καὶ πιστεύειν αὐτῷ πάντες οἱ μὲν ἠναγκάζοντο οἱ δὲ ἐπλάττοντο. καὶ ἐπαινεῖν αὐτὸν οἱ μὲν οὐκ ἐθάρσουν οἱ δʼ οὐκ ἤθελον, ἀλλὰ πολλὰ μὲν καὶ μεταξὺ ἀναγιγνώσκοντος αὐτοῦ διεβόων πολλὰ δὲ καὶ μετὰ τοῦτο, μοναρχεῖσθαί τε δεόμενοι καὶ πάντα τὰ ἐς τοῦτο φέροντα ἐπιλέγοντες, μέχρις
11.5
οὗ κατηνάγκασαν δῆθεν αὐτὸν αὐταρχῆσαι. καὶ παραυτίκα γε τοῖς δορυφορήσουσιν αὐτὸν διπλάσιον τὸν μισθὸν τοῦ τοῖς ἄλλοις στρατιώταις διδομένου ψηφισθῆναι διεπράξατο, diepra/cato Bk., diepra/canto *wM Xiph. ὅπως ἀκριβῆ τὴν φρουρὰν ἔχῃ. οὕτως ὡς ἀληθῶς καταθέσθαι τὴν μοναρχίαν ἐπεθύμησε.
12.1
τὴν μὲν οὖν ἡγεμονίαν τούτῳ τῷ tw=| Xiph., te *wM. τρόπῳ καὶ παρὰ τῆς γερουσίας τοῦ τε δήμου ἐβεβαιώσατο, βουληθεὶς δὲ δὴ καὶ ὣς δημοτικός τις εἶναι δόξαι, τὴν μὲν φροντίδα τήν τε προστασίαν τῶν κοινῶν πᾶσαν ὡς καὶ ἐπιμελείας τινὸς δεομένων ὑπεδέξατο, οὔτε δὲ πάντων αὐτὸς τῶν ἐθνῶν ἄρξειν, a)/rcein Bk., a)/rxein *wM Xiph.