Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 53

15.4 ὧν ἄρχουσιν ἐσπράσσουσιν. ἐντολάς τέ τινας καὶ τοῖς ἐπιτρόποις καὶ τοῖς ἀνθυπάτοις τοῖς τε ἀντιστρατήγοις δίδωσιν, ὅπως ἐπὶ ῥητοῖς ἐξίωσιν. καὶ γὰρ τοῦτο καὶ τὸ to\ Bk., th\n *wM. μισθοφορὰν καὶ ἐκείνοις
15.5 καὶ τοῖς ἄλλοις δίδοσθαι τότε ἐνομίσθη. τὸ μὲν γὰρ πάλαι ἐργολαβοῦντές τινες παρὰ τοῦ δημοσίου πάντα σφίσι τὰ πρὸς τὴν ἀρχὴν φέροντα παρεῖχον· ἐπὶ δὲ δὴ τοῦ Καίσαρος πρῶτον αὐτοὶ ἐκεῖνοι τακτόν τι λαμβάνειν ἤρξαντο. καὶ τοῦτο tou=to R. Steph., tou= *wM. μὲν οὐκ ἐκ τοῦ ἴσου πᾶσί σφισιν, ἀλλʼ ὥς που καὶ ἡ χρεία ἀπῄτει, ἐτάχθη· καὶ τοῖς γε ἐπιτρόποις καὶ αὐτὸ τὸ τοῦ to\ tou= Bk., tou=to *wM. ἀξιώματος ὄνομα ἀπὸ τοῦ ἀριθμοῦ τῶν διδομένων αὐτοῖς χρημάτων προσγίγνεται.
15.6 ἐκεῖνα δὲ ἐπὶ πᾶσιν ὁμοίως ἐνομοθετήθη, μήτε καταλόγους σφᾶς ποιεῖσθαι, μήτʼ ἀργύριον ἔξω τοῦ τεταγμένου ἐσπράσσειν, εἰ μὴ ἤτοι ἡ βουλὴ ψηφίσαιτο ἢ ὁ o( supplied by R. Steph. αὐτοκράτωρ κελεύσειεν· ὅταν τέ τῳ ὁ διάδοχος ἔλθῃ, ἔκ τε τοῦ ἔθνονς αὐτίκα αὐτὸν ἐξορμᾶσθαι καὶ ἐν τῇ ἀνακομιδῇ μὴ ἐγχρονίζειν, ἀλλʼ ἐντὸς τριῶν μηνῶν ἐπανιέναι.
16.1 ταῦτα μὲν οὕτω τότε ὥς γε εἰπεῖν διετάχθη· τῷ γὰρ ἔργῳ καὶ πάντων καὶ διὰ παντὸς αὐτὸς ὁ Καῖσαρ, ἅτε καὶ τῶν χρημάτων κυριεύων (λόγῳ μὲν γὰρ τὰ δημόσια ἀπὸ τῶν ἐκείνου ἀπεκέκριτο, ἔργῳ δὲ καὶ ταῦτα πρὸς τὴν γνώμην αὐτοῦ ἀνηλίσκετὀ καὶ τῶν στρατιωτῶν κρατῶν, αὐταρχήσειν
16.2 ἔμελλε. τῆς γοῦν δεκαετίας ἐξελθούσης ἄλλα ἔτη πέντε, εἶτα πέντε, καὶ μετὰ τοῦτο δέκα καὶ ἕτερα αὖθις δέκα καὶ ἄλλα δέκα, kai\ a)/lla de/ka supplied by Mommsen. πεμπτάκις pempta/kis Zon., pempta/kis a(\ *wM. αὐτῷ ἐψηφίσθη, ὥστε τῇ τῶν δεκετηρίδων dekethri/dwn Xiph., dekaethri/dwn Zon., dekethri/wn *wM. διαδοχῇ
16.3 διὰ βίου αὐτὸν μοναρχῆσαι. καὶ διὰ τοῦτο καὶ οἱ μετὰ ταῦτα αὐτοκράτορες, καίτοι μηκέτʼ ἐς τακτὸν χρόνον ἀλλʼ ἐς πάντα καθάπαξ τὸν βίον ἀποδεικνύμενοι, ὅμως διὰ τῶν δέκα ἀεὶ ἐτῶν ἑώρτασαν ὡς καὶ τὴν ἡγεμονίαν αὖθις τότε ἀνανεούμενοι· καὶ τοῦτο καὶ νῦν γίγνεται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi