Kitap 53
22.2
καὶ ἡ μὲν εὐθὺς τότε ἐγένετο, καὶ διὰ τοῦτο καὶ εἰκόνες αὐτῷ ἐφʼ ἁψίδων ἔν τε τῇ τοῦ Τιβέριδος γεφύρᾳ καὶ ἐν Ἀριμίνῳ ἐποιήθησαν· αἱ δʼ ἄλλαι ὕστερον, εἴτʼ οὖν πρὸς τοῦ δημοσίου, ἐπειδὴ μηδεὶς τῶν βουλευτῶν ἡδέως ἀνήλισκεν, εἴτε καὶ πρὸς τοῦ Αὐγούστου τις εἰπεῖν ἐθέλει,
22.3
ἐπεσκευάσθησαν. οὐ γὰρ δύναμαι διακρῖναι τοὺς θησαυροὺς αὐτῶν, οὐδʼ εἰ τὰ μάλιστα ὁ Αὔγουστος καὶ ἀνδριάντας τινὰς ἑαυτοῦ ἀργυροῦς, πρός τε τῶν φίλων καὶ πρὸς δήμων τινῶν γεγονότας, ἐς νόμισμα κατέκοψε τοῦ δὴ καὶ οἴκοθεν
22.4
πάνθʼ ὅσα γε καὶ ἔλεγε δαπανᾶν δοκεῖν· καὶ διὰ τοῦτο οὔτʼ εἴ ποτε ἐκ τῶν δημοσίων τι χρημάτων ὁ ἀεὶ κρατῶν ἔλαβεν, οὔτʼ εἴ ποτε αὐτὸς ἔδωκε, e)/dwke R. Steph., e)/labe *wM. γνώμην ἔχω συγγράψαι. πολλάκις τε γὰρ ἑκάτερον αὐτῶν ἐγένετο, καὶ τί ἄν τις ἐς δανείσματα ἢ καὶ δωρεὰς τὰ τοιαῦτα καταλέγοι, katale/goi Reim., kai\ le/goi *wM. ὁπότε καὶ τούτοις καὶ ἐκείνοις καὶ ὁ δῆμος καὶ ὁ αὐτοκράτωρ ἐπίκοινον ἀεὶ χρῶνται;
22.5
τότε μὲν δὴ ταῦτα ὁ o( supplied by R. Steph. Αὔγουστος ἔπραξε, καὶ ἐξώρμησε μὲν ὡς καὶ ἐς τὴν Βρεττανίαν στρατεύσων, ἐς δὲ δὴ τὰς Γαλατίας ἐλθὼν ἐνταῦθα ἐνδιέτριψεν· ἐκεῖνοί τε γὰρ ἐπικηρυκεύσεσθαί e)pikhrukeu/sesqai Cobet, e)pikhrukeu/sasqai *wM. οἱ ἐδόκουν, καὶ τὰ τούτων ἀκατάστατα ἔτι, ἅτε τῶν ἐμφυλίων πολέμων εὐθὺς ἐπὶ τῇ ἁλώσει σφῶν ἐπιγενομένων, ἦν. καὶ αὐτῶν καὶ ἀπογραφὰς ἐποιήσατο καὶ τὸν βίον τήν τε πολιτείαν διεκόσμησε. κἀντεῦθεν ἔς τε τὴν Ἰβηρίαν ἀφίκετο, καὶ κατεστήσατο καὶ ἐκείνην.
23.1
μετὰ δὲ δὴ τοῦτο αὐτός τε τὸ ὄγδοον σὺν τῷ Ταύρῳ τῷ Στατιλίῳ ὑπάτευσε, καὶ ὁ Ἀγρίππας
23.2
τὰ Σέπτα ὠνομασμένα καθιέρωσεν· ὁδὸν μὲν γὰρ ga\r M, om. V. οὐδεμίαν ἐπισκευάσειν ὑπέσχετο, ταῦτα δὲ ἐν τῷ Ἀρείῳ πεδίῳ στοαῖς πέριξ ὑπὸ τοῦ Λεπίδου πρὸς τὰς φυλετικὰς ἀρχαιρεσίας συνῳκοδομημένα καὶ πλαξὶ λιθίναις καὶ ζωγραφήμασιν ἐπεκόσμησεν, Ἰούλια αὐτὰ ἀπὸ τοῦ Αὐγούστου προσαγορεύσας.
23.3
καὶ ὁ μὲν οὐχ ὅπως φθόνον τινὰ ἐπʼ αὐτοῖς ὠφλίσκανεν, ἀλλὰ καὶ πάνυ καὶ πρὸς αὐτοῦ ἐκείνου καὶ πρὸς τῶν ἄλλων ἁπάντων