Kitap 53
32.3
ἔτη γενήσεσθαι. διατάξας δὲ ταῦτα ὡς ἕκαστα, ἀπεῖπε τὴν ὑπατείαν ἐς τὸ to\ supplied by Bs. Ἀλβανὸν ἐλθών· ἐπεὶ γὰρ αὐτός, ἐξ οὗπερ τὰ πράγματα κατέστη, καὶ τῶν ἄλλων οἱ πλείους διʼ ἔτους ἦρξαν, ἐπισχεῖν τε τοῦτο αὖθις, ὅπως ὅτι πλεῖστοι ὑπατεύωσιν, ἠθέλησε, καὶ ἔξω τοῦ ἄστεως αὐτὸ
32.4
ἐποίησεν, ἵνα μὴ κωλυθῇ. καὶ ἐπὶ τε τούτῳ ἔπαινον ἔσχε, καὶ ὅτι Λούκιον ἀνθʼ ἑαυτοῦ Σήστιον ἀνθείλετο, ἀεί τε τῷ Βρούτῳ συσπουδάσαντα καὶ ἐν πᾶσι τοῖς πολέμοις συστρατεύσαντα καὶ ἔτι καὶ τότε καὶ μνημονεύοντα αὐτοῦ καὶ εἰκόνας ἔχοντα καὶ ἐπαίνους ποιούμενον· τό τε γὰρ φιλικὸν καὶ τὸ πιστὸν τοῦ ἀνδρὸς οὐ μόνον οὐκ ἐμίσησεν ἀλλὰ καὶ ἐτίμησε.
32.5
καὶ διὰ ταῦθʼ ἡ γερουσία δήμαρχόν τε αὐτὸν διὰ βίου εἶναι ἐψηφίσατο, καὶ χρηματίζειν αὐτῷ περὶ ἑνός τινος ὅπου ἂν ἐθελήσῃ καθʼ ἑκάστην βουλήν, κἂν μὴ ὑπατεύῃ, ἔδωκε, τήν τε ἀρχὴν τὴν ἀνθύπατον ἐσαεὶ καθάπαξ ἔχειν ὥστε μήτε ἐν τῇ ἐσόδῳ τῇ εἴσω τοῦ πωμηρίου κατατίθεσθαι αὐτὴν μήτʼ αὖθις ἀνανεοῦσθαι, καὶ ἐν τῷ ὑπηκόῳ τὸ πλεῖον τῶν ἑκασταχόθι ἀρχόντων
32.6
ἰσχύειν ἐπέτρεψεν. ἀφʼ οὗ δὴ καὶ ἐκεῖνος καὶ οἱ μετʼ αὐτὸν αὐτοκράτορες ἐν νόμῳ δή τινι τοῖς τε ἄλλοις καὶ τῇ ἐξουσίᾳ τῇ δημαρχικῇ ἐχρήσαντο· τὸ γάρ τοι ὄνομα αὐτὸ τὸ τῶν δημάρχων οὔθʼ ὁ Αὔγουστος οὔτʼ ἄλλος οὐδεὶς αὐτοκράτωρ ἔσχε.
33.1
καί μοι δοκεῖ ταῦθʼ οὕτω τότε οὐκ ἐκ κολακείας ἀλλʼ ἐπʼ ἀληθείας τιμηθεὶς λαβεῖν. τά τε γὰρ ἄλλα ὡς ἐλευθέροις σφίσι προσεφέρετο, καὶ ἐπειδὴ ὁ μὲν Τιριδάτης *tirida/ths Dind., teirida/ths *wM (and similarly just belos'. αὐτός, παρὰ δὲ δὴ τοῦ Φραάτου πρέσβεις, ἐφʼ οἷς ἀντενεκάλουν ἀλλήλοις ἀφίκοντο, ἐς τὴν βουλὴν αὐτοὺς ἐσήγαγε,
33.2
καὶ μετὰ τοῦτʼ ἐπιτραπεὶς παρʼ αὐτῆς τὴν διάγνωσιν τὸν μὲν Τιριδάτην τῷ Φραάτῃ οὐκ ἐξέδωκεν, τὸν δʼ υἱὸν αὐτῷ, ὃν πρότερον παρʼ ἐκείνου λαβὼν εἶχεν, ἀπέπεμψεν ἐπὶ τῷ τούς τε αἰχμαλώτους καὶ τὰ σημεῖα τὰ στρατιωτικὰ τὰ ἔν τε τῇ τοῦ Κράσσου καὶ ἐν τῇ τοῦ Ἀντωνίου συμφορᾷ ἁλόντα κομίσασθαι.