Kitap 53
5.3
καὶ οὐκ ἔστιν ὅ τι τῶν πάντων ἀπέτρεψέ με κινδυνεύουσιν ὑμῖν ἐπικουρῆσαι, οὐ πόνος, οὐ φόβος, οὐκ ἐχθρῶν ἀπειλαί, οὐ φίλων δεήσεις, οὐ τὸ πλῆθος τῶν συνεστηκότων, οὐχ ἡ ἀπόνοια τῶν ἀντιτεταγμένων, ἀλλʼ ἐπέδωκα ἀφειδῶς ὑμῖν ἐμαυτὸν ἐς πάντα τὰ περιεστηκότα, καὶ ἔπραξα
5.4
καὶ ἔπαθον ἅπερ ἴστε. ἐξ ὧν αὐτὸς μὲν οὐδὲν κεκέρδαγκα πλὴν τοῦ τὴν πατρίδα περιπεποιῆσθαι, ὑμεῖς δὲ καὶ σώζεσθε καὶ σωφρονεῖτε. ἐπειδὴ δὲ καλῶς ποιοῦσα ἡ τύχη καὶ τὴν εἰρήνην ἄδολον καὶ τὴν ὁμόνοιαν ἀστασίαστον διʼ ἐμοῦ ὑμῖν ἀποδέδωκεν, ἀπολάβετε καὶ τὴν ἐλευθερίαν καὶ τὴν δημοκρατίαν, κομίσασθε καὶ τὰ ὅπλα καὶ τὰ ἔθνη τὰ ὑπήκοα, καὶ πολιτεύεσθε ὥσπερ εἰώθειτε.
6.1
καὶ μήτε mh/te Bk., mh/toi *wM. θαυμάσητε εἰ ταῦθʼ οὕτω φρονῶ, τήν τε ἄλλην ἐπιείκειάν μου καὶ πρᾳότητα καὶ ἀπραγμοσύνην ὁρῶντες, καὶ προσεκλογιζόμενοι ὅτι οὐδὲν πώποτε οὔθʼ ὑπέρογκον οὔθʼ ὑπὲρ τοὺς πολλούς, καίπερ πολλὰ πολλάκις ψηφισαμένων
6.2
ὑμῶν, ἐδεξάμην· μήτʼ αὖ μωρίαν μου καταγνῶτε, ὅτι ἐξόν μοι καὶ ὑμῶν ἄρχειν καὶ τηλικαύτην ἡγεμονίαν τοσαύτης οἰκουμένης ἔχειν οὐ βούλομαι. ἐγὼ γάρ, ἄν τε τὸ δίκαιόν τις ἐξετάζῃ, δικαιότατον εἶναι νομίζω τὸ τὰ ὑμέτερα ὑμᾶς διέπειν, ἄν τε καὶ τὸ συμφέρον, συμφορώτατον ἡγοῦμαι καὶ ἐμοὶ τὸ μήτε πράγματα ἔχειν μήτε φθονεῖσθαι μήτε ἐπιβουλεύεσθαι καὶ ὑμῖν τὸ μετʼ ἐλευθερίας καὶ σωφρόνως καὶ φιλικῶς πολιτεύεσθαι·
6.3
ἄν τε καὶ τὸ εὐκλεές, οὗπερ ἕνεκα πολλοὶ καὶ πολεμεῖν καὶ κινδυνεύειν πολλάκις αἱροῦνται, πῶς μὲν οὐκ εὐδοξότατόν μοι ἔσται τηλικαύτης ἀρχῆς ἀφέσθαι, πῶς δʼ οὐκ εὐκλεέστατον ἐκ τοσούτου ἡγεμονίας ὄγκου ἐθελοντὶ ἰδιωτεῦσαι; ὥστʼ εἴ τις ὑμῶν ἀπιστεῖ ταῦτʼ ὄντως τινὰ ἄλλον καὶ φρονῆσαι ἐπʼ ἀληθείας καὶ εἰπεῖν δύνασθαι,
6.4
ἔμοιγε πιστευσάτω. πολλὰ γὰρ καὶ μεγάλα καταλέξαι ἔχων ὅσα καὶ ὑπʼ ἐμοῦ καὶ ὑπὸ τοῦ πατρός μου εὐηργέτησθε, ἐφʼ οἷς εἰκότως ἂν ἡμᾶς ὑπὲρ πάντας τοὺς ἄλλους καὶ φιλοίητε καὶ τιμῴητε, οὐδὲν ἂν ἄλλο τούτου μᾶλλον εἴποιμι, οὐδʼ ἂν ἐπʼ ἄλλῳ τινὶ μᾶλλον σεμνυναίμην, ὅτι τὴν μοναρχίαν μήτε ἐκεῖνος καίτοι διδόντων ὑμῶν λαβεῖν ἠθέλησε καὶ ἐγὼ ἔχων ἀφίημι.