Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 54

13.2 κολακείᾳ ἐκφανεῖς ἐποιεῖτο. καὶ ἐπειδὴ μήτε τις ἑκὼν ὥσπερ πρότερον ἀπηλλάττετο, μήτʼ αὖ μόνος ἐν αἰτίᾳ τινὶ γενέσθαι ἐβούλετο, αὐτός τε τριάκοντα ἄνδρας τοὺς ἀρίστους, ὅπερ που pou Pflugk, pw M. καὶ ὅρκῳ ἐπιστώσατο, ἐξελέξατο, καὶ ἐκείνους ἐκέλευσε προομόσαντας τὸν αὐτὸν ὅρκον κατὰ πέντε, πλὴν τῶν συγγενῶν, ἐς πινάκια γράψαντας ἑλέσθαι.
13.3 καὶ μετὰ τοῦτο τὰς πεμπάδας ἐκλήρωσεν, ὥσθʼ ἕνα καθʼ ἑκάστην τὸν λαχόντα αὐτόν τε βουλεῦσαι καὶ ἑτέρους πέντε ἐπὶ τοῖς αὐτοῖς ἐγγράψαι. ἔδει που καὶ τοὺς τριάκοντα ἔν τε τοῖς αἱρουμένοις ὑπὸ τῶν u(po\ tw=n Capps, u(f' M. ἑτέρων καὶ ἐν τοῖς κληρουμένοις γενέσθαι. ἐπειδή τέ τινες αὐτῶν ἀπεδήμουν, ἄλλοι ἀντʼ ἐκείνων λαχόντες τὰ ἐπιβάλλοντά σφισιν ἔπραξαν.
13.4 τὸ μὲν οὖν πρῶτον ταῦθʼ οὕτως ἐπὶ πλείους ἡμέρας ἐγένετο· ἐπεὶ δὲ ἐκακουργήθη τινά, οὔτε ἐπὶ τοῖς ταμίαις τὰ γραμματεῖα ἔτʼ ἐποιήσατο οὔτε ἔτι τῷ κλήρῳ τὰς πεμπάδας ἐπέτρεψεν, ἀλλʼ αὐτός τε τὰ λοιπὰ ἀνελέξατο καὶ αὐτὸς τοὺς ἐνδέοντας προσείλετο, ὥστε ἐς ἑξακοσίους τοὺς
14.1 πάντας ἀποδειχθῆναι. ἐβουλεύσατο μὲν γὰρ τριακοσίους αὐτοὺς κατὰ τὸ ἀρχαῖον ποιῆσαι, καὶ πάνυ ἀγαπητὸν νομίζων εἶναι τοσούτους ἀξίους τοῦ συνεδρίου σφῶν εὑρεθῆναι· δυσχερανάντων δὲ πάντων ὁμοίως (τῷ γὰρ πολὺ πλείους τῶν ἐμμενούντων ἐν αὐτῷ τοὺς διαγραφησομένους ἔσεσθαι, φοβεῖσθαι μᾶλλον αὐτοὺς μὴ ἰδιωτεύσωσιν ἢ προσδοκᾶν ὅτι καὶ βουλεύσουσιν συνέβαινἐ τοὺς
14.2 ἑξακοσίους κατελέξατο. καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ μετὰ τοῦτο, ἐπειδή τινες οὐκ ἐπιτήδειοι καὶ τότε ἐγγεγραμμένοι ἦσαν, καὶ Λικίνιός τέ τις Ῥήγουλος, ἀγανακτήσας ὅτι τοῦ τε υἱέος καὶ ἄλλων πολλῶν, ὧν w(=n supplied by R. Steph. κρείσσων εἶναι ἠξίου, διειλεγμένων ἀπαλήλιπτο, τήν τε ἐσθῆτα ἐν αὐτῷ τῷ
14.3 βουλευτηρίῳ κατερρήξατο, καὶ τὸ σῶμα γυμνώσας τάς τε στρατείας κατηριθμήσατο καὶ τὰς οὐλὰς προσεπέδειξέ σφισι, καὶ Ἀρτικυλέιος *)artikule/ios Cary, *)artikulh/ios M. Παῖτος *pai=tos Bk., pe/tos M. ἐν μὲν τοῖς βουλεύσουσιν ὢν τῷ δὲ δὴ πατρὶ ἐκπεπτωκότι παραχωρῆσαι τῆς βουλείας ἀξιῶν ἱκέτευεν, ἐξετασμὸν αὖθίς σφων ἐποιήσατο, καί

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi