Kitap 54
17.3
αὐτὰ ἀναλέξηται. τάς τε ἀρχὰς ἅπασι τοῖς δέκα μυριάδων οὐσίαν ἔχουσι καὶ ἄρχειν ἐκ τῶν νόμων δυναμένοις ἐπαγγέλλειν ἐπέτρεψε. τοσοῦτον γὰρ τὸ βουλευτικὸν τίμημα τὴν πρώτην εἶναι ἔταξεν, ἔπειτα καὶ ἐς πέντε καὶ εἴκοσι μυριάδας αὐτὸ προήγαγε. καί τισι τῶν εὖ βιούντων ἐλάττω, τότε μὲν τῶν δέκα, αὖθις δὲ τῶν πέντε καὶ εἴκοσι,
17.4
κεκτημένοις kekthme/nois Bk., kekthme/nwn M. ἐχαρίσατο ὅσον ἐνέδει. καὶ διὰ ταῦτα τοῖς βουλομένοις τῶν στρατηγῶν τριπλάσιον τοῦ παρὰ τοῦ δημοσίου σφίσιν ἐς τὰς πανηγύρεις διδομένου προσαναλίσκειν ἐφῆκεν. ὥστε εἰ καὶ πρὸς τὴν ἀκρίβειαν τῶν ἄλλων αὐτοῦ νομοθετημάτων ἤχθοντό τινες, ἀλλʼ ὑπό τε τούτου, καὶ ὅτι Πυλάδην τινὰ ὀρχηστὴν διὰ στάσιν ἐξεληλαμένον κατήγαγεν, οὐκέτʼ ἐκείνων ἐμέμνηντο.
17.5
ὅθενπερ πάνυ σοφῶς ὁ Πυλάδης, ἐπιτιμώμενος ὑπʼ αὐτοῦ ἐπειδὴ Βαθύλλῳ ὁμοτέχνῳ τέ οἱ ὄντι καὶ τῷ Μαικήνᾳ προσήκοντι διεστασίαζεν, εἰπεῖν λέγεται ὅτι “συμφέρει σοι, Καῖσαρ, περὶ ἡμᾶς τὸν δῆμον ἀποδιατρίβεσθαι.”
18.1
ταῦτα μὲν ἐν ἐκείνῳ τῷ ἔτει ἐγένετο· ἐπὶ δὲ δὴ Γαΐου *gai+/ou Bk., tou= gai+/ou M. τε Φουρνίου καὶ Γαΐου Σιλανοῦ ὑπάτων υἱὸν αὖθις ὁ Ἀγρίππας ἀνείλετο τὸν Λούκιον ὀνομασθέντα, καὶ αὐτὸν εὐθὺς ὁ Αὔγουστος μετὰ τοῦ ἀδελφοῦ τοῦ Γαΐου ἐποιήσατο, μὴ ἀναμείνας σφᾶς ἀνδρωθῆναι, ἀλλʼ αὐτόθεν διαδόχους τῆς
18.2
ἀρχῆς ἀποδείξας, ἵνʼ ἧττον ἐπιβουλεύηται. τήν τε τῆς Τιμῆς καὶ τῆς Ἀρετῆς πανήγυριν ἐς τὰς νῦν ἡμέρας μετέστησε, καὶ τοῖς τὰ ἐπινίκια πέμπουσιν ἔργον ἐκ τῶν λαφύρων ἐς τὴν τῶν πράξεων μνήμην ποιεῖν προσέταξε, τά τε σαικουλάρια τὰ πέμπτα ἐπετέλεσε. καὶ τοὺς ῥήτορας ἀμισθὶ a)misqi\ St., a)misqei\ M. συναγορεύειν, ἢ τετραπλάσιον ὅσον ἂν λάβωσιν
18.3
ἐκτίνειν, ἐκέλευσε. τοῖς δὲ δικάζειν ἀεὶ λαγχάνουσιν ἀπεῖπεν ἐς μηδενὸς οἴκαδε τὸν ἐνιαυτὸν ἐκεῖνον ἐσιέναι. ἐπειδή τε ἀσπουδεὶ οἱ oi( supplied by Rk. βουλευταὶ ἐς τὸ συνέδριον συνεφοίτων, ἐπηύξησε τὰς ζημίας τοῖς οὐκ ἐξ εὐλόγου τινὸς αἰτίας ὑστερίζουσι.
19.1
καὶ μετὰ ταῦτα ἐς τὴν Γαλατίαν, Λουκίου τε Δομιτίου καὶ Πουπλίου Σκιπίωνος ὑπατευόντων, ὥρμησε, πρόφασιν τοὺς πολέμους τοὺς κατʼ ἐκεῖνο