Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 54

23.1 κἀν τῷ αὐτῷ τούτῳ ἔτει Οὐήδιος Πωλίων ἀπέθανεν, ἀνὴρ ἄλλως μὲν οὐδὲν μνήμης ἄξιον παρασχόμενος (καὶ γὰρ ἐξ ἀπελευθέρων a)peleuqe/rwn *wM cod. Peir., a)peleuqe/rou Xiph. ἐγεγόνει καὶ ἐν τοῖς ἱππεῦσιν ἐξητάζετο καὶ λαμπρὸν οὐδὲν εἰργάσατὀ, ἐπὶ δὲ δὴ τῷ πλούτῳ τῇ τε ὠμότητι ὀνομαστότατος γενόμενος, ὥστε καὶ ἐς ἱστορίας
23.2 λόγον ἐσελθεῖν. οὗτος γὰρ τὰ μὲν ἄλλα ὅσα ἔπραττε, διʼ ὄχλου ἂν λεγόμενα γένοιτο, μυραίνας δὲ δεδιδαγμένας ἀνθρώπους ἐσθίειν ἐν δεξαμεναῖς τρέφων τοὺς δούλους αὐταῖς οὓς ἐθανάτου παρέβαλλε. pare/balle cod. Peir. Xiph. Zon., pare/bale *wM. καί ποτε τὸν Αὔγουστον ἑστιῶν, εἶτʼ ἐπειδὴ ὁ οἰνοχόος κύλικα κρυσταλλίνην κατέαξεν, ἐς τὰς μυραίνας αὐτόν, μηδὲ τὸν δαιτυμόνα αἰδεσθείς,
23.3 ἐμβληθῆναι προσέταξεν. ὁ οὖν Αὔγουστος, προσπεσόντος οἱ τοῦ παιδὸς καὶ ἱκετεύσαντος αὐτόν, τὰ μὲν πρῶτα πείθειν τὸν Πωλίωνα ἐπειρᾶτο μηδὲν τοιοῦτον δρᾶσαι, ὡς δʼ οὐχ ὑπήκουσεν αὐτῷ, “φέρε,” ἔφη, “πάντα τἆλλα ἐκπώματα, ὅσα o(/sa — tw=| koinw=| (chap. 24, 7) omitted by *w, shose archetype L had lost one folio at this point. ποτὲ τοιουτότροπα ἢ καὶ ἕτερά τινα
23.4 ἔντιμα κέκτησαι, ἵνα αὐτοῖς χρήσωμαι.” καὶ αὐτὰ κομισθέντα συντριβῆναι ἐκέλευσεν. ἰδὼν δὲ τοῦτʼ ἐκεῖνος ἄλλως μὲν ἤσχαλλεν, οὔτε δὲ τοῦ ἑνὸς ἔτι ποτηρίου πρὸς τὸ πλῆθος τῶν ἄλλων τῶν ἀπολωλότων ὀργὴν ἔχων, οὔτʼ αὖ τὸν διάκονον ὧν γε καὶ ὁ Αὔγουστος ἐπεποιήκει τιμωρήσασθαι
23.5 δυνάμενος, ἡσυχίαν καὶ ἄκων ἤγαγε. τοιοῦτος οὖν δή τις ὁ Πωλίων ὢν ἐτελεύτησεν ἄλλοις τε πολλοῖς πολλὰ καὶ τῷ Αὐγούστῳ τοῦ τε κλήρου συχνὸν μέρος καὶ τὸν to\n M Xiph., to\ Xyl. παυσίλυπον, τὸ χωρίον τὸ μεταξὺ τῆς τε Νέας πόλεως καὶ τῶν Πουτεόλων ὄν, καταλιπών, τῷ τε δήμῳ περικαλλὲς ἔργον
23.6 οἰκοδομηθῆναι κελεύσας. ὁ οὖν Αὔγουστος τὴν οἰκίαν αὐτοῦ ἐς ἔδαφος προφάσει τῆς ἐκείνου κατασκευῆς, ὅπως μηδὲν μνημόσυνον ἐν τῇ πόλει ἔχῃ, καταβαλὼν περίστῳον ᾠκοδομήσατο, καὶ οὐ τὸ ὄνομα τὸ τοῦ Πωλίωνος ἀλλὰ τὸ τῆς Λιουίας ἐπέγραψεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi