Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 54

34.2 πόλει πολλαχόθι θηρίων σφαγαῖς ἐτιμήθη. καὶ τοῦτο μέν, καίτοι μὴ ψηφισθέν, ἐν πᾶσιν ὡς εἰπεῖν τοῖς ἔτεσι πρός τινος τῶν ἀεὶ στρατηγούντων ἐγίγνετο· τὰ δὲ δὴ Αὐγουστάλια, ἃ καὶ νῦν (??ʼγεται, τότε πρῶτον ἐκ δόγματος ἐτελέσθη.
34.3 ὅ τε Τιβέριος τούς τε Δελμάτας νεοχμώσαντας καὶ τοὺς Παννονίους μετὰ τοῦτο πρός τε τὴν ἐκείνου καὶ πρὸς τὴν τοῦ πλείονος στρατοῦ ἀπουσίαν νεωτερίσαντας ἐχειρώσατο, πολεμῶν τε ἅμα ἀμφοτέροις, καὶ τοτὲ μὲν τῇ τοτὲ δὲ τῇ μεθιστάμενος, ὥστε καὶ τῶν ἄθλων a)/qlwn Bk., a)/llwn *wM. τῶν αὐτῶν τῷ Δρούσῳ
34.4 τυχεῖν. κἀκ τούτου καὶ ἡ Δελματία *delmati/a St., dalmati/a *wM. τῇ τοῦ Αὐγούστου φρουρᾷ, ὡς καὶ ὅπλων τινῶν ἀεὶ καὶ δι’ ἑαυτὴν καὶ διὰ τὴν τῶν Παννονίων γειτονίαν δεομένη, παρεδόθη.
34.5 οὗτοι μὲν δὴ ταῦτʼ ἔπρασσον· ἐν δὲ δὴ τοῖς αὐτοῖς τούτοις χρόνοις Οὐολογαίσης *ou)ologai/shs Reim., boulogai/shs *wM. Θρᾷξ Βησσός, bhsso/s *w, besso/s M. ἱερεὺς τοῦ παρʼ αὐτοῖς Διονύσου, προσεποιήσατό τινας πολλὰ θειάσας, καὶ μετʼ αὐτῶν ἀποστὰς τόν τε Ῥασκύποριν τὸν τοῦ Κότυος υἱὸν νικήσας ἀπέκτεινε, καὶ τὸν θεῖον αὐτοῦ τὸν Ῥυμητάλκην μετὰ ταῦτα ἀμαχεὶ γυμνώσας τῶν δυνάμεων τῇ παρὰ τοῦ θεοῦ qeou= Bk., qei/ou *wM. δόξῃ φυγεῖν ἐποίησε, καὶ αὐτὸν ἐπιδιώκων ἔς τε τὴν Χερρόνησον ἐνέβαλε
34.6 καὶ δεινῶς αὐτὴν ἐλυμήνατο. ὡς οὖν οὗτός τε ταῦτʼ ἐποίει καὶ οἱ Σιαλέται τὴν Μακεδονίαν ἐκακούργουν, Λούκιος Πίσων ἐκ Παμφυλίας, ἧς ἦρχε, προσετάχθη σφίσι· καὶ προαναχωρησάντων οἴκαδε τῶν Βησσῶν ἐπειδὴ ἐπυνθάνοντο αὐτὸν προσιόντα, ἔς τε τὴν γῆν αὐτῶν ἀφίκετο, καὶ ἡττηθεὶς τὸ πρῶτον ἀντεπεκράτησε, καὶ ἐκείνην τε καὶ τὴν τῶν προσχώρων τῶν συνεπαναστάντων
34.7 σφίσιν ἐπόρθησε. καὶ τότε τοὺς μὲν ἐθελοντὰς προσθέμενος prosqe/menos Oddey, prosqeme/nous *wM. τοὺς δʼ ἄκοντας ἐκπλήξας, τοῖς δὲ καὶ ἐκ παρατάξεως συνενεχθείς, πάντας αὐτοὺς ὑπηγάγετο, καὶ μετὰ τοῦτο νεοχμώσαντάς τινας αὐτῶν αὖθις κατεδουλώσατο. καὶ αὐτῷ διὰ ταῦτα καὶ ἱερομηνίαι καὶ τιμαὶ ἐπινίκιοι ἐδόθησαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi