Thesauros Edebiyat Tarih Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Kitap 54

3.8 οὐκ ἠγανάκτησε. κἂν ἐξηκέσατο πᾶσαν τὴν τῶν οὐκ ἀρεσκομένων τοῖς πραχθεῖσι μέμψιν, εἰ μὴ καὶ θυσίας ὡς kai\ qusi/as w(s *w, om. M. καὶ ἐπὶ νίκῃ τινὶ καὶ ψηφισθείσας περιεῖδε καὶ γενομένας.
4.1 τότε δʼ οὖν καὶ τὴν Κύπρον καὶ τὴν Γαλατίαν τὴν Ναρβωνησίαν ἀπέδωκε τῷ δήμῳ ὡς μηδὲν τῶν ὅπλων αὐτοῦ δεομένας· καὶ οὕτως ἀνθύπατοι
4.2 καὶ ἐς ἐκεῖνα τὰ ἔθνη πέμπεσθαι ἤρξαντο. καὶ τὸν τοῦ Διὸς τοῦ Βροντῶντος ἐπικαλουμένου ναὸν καθιέρωσε· περὶ οὗ δύο ταῦτα παραδέδοται, ὅτι τότε τε ἐν τῇ ἱερουργίᾳ βρονταὶ ἐγένοντο, καὶ μετὰ ταῦτα ὄναρ τῷ Αὐγούστῳ τοιόνδε ἐπέστη. τῶν γὰρ ἀνθρώπων, τὸ μέν τι πρὸς τὸ ξένον καὶ τοῦ ὀνόματος αὐτοῦ καὶ τοῦ εἴδους, τὸ δὲ καὶ ὅτι
4.3 ὑπὸ τοῦ Αὐγούστου ἵδρυτο, μέγιστον δὲ ὅτι πρώτῳ οἱ ἀνιόντες ἐς τὸ Καπιτώλιον ἐνετύγχανον, προσερχομένων τε αὐτῷ au)tw=| R. Steph., au)tw=n *wM. καὶ σεβόντων, ἔδοξε τὸν Δία τὸν ἐν τῷ μεγάλῳ ναῷ ὄντα ὀργὴν ὡς καὶ τὰ δεύτερα αὐτοῦ φερόμενον ποιεῖσθαι, καὶ ἐκ τούτου ἐκείνῳ τε εἰπεῖν ἔλεγεν ὅτι προφύλακα
4.4 τὸν Βροντῶντα ἔχοι, καὶ ἐπειδὴ ἡμέρα ἐγένετο, κώδωνα αὐτῷ περιῆψε, βεβαιῶν τὴν ὀνείρωξιν· o)nei/rwcin M, o)nei/racin V. οἱ γὰρ τὰς συνοικίας νύκτωρ φυλάσσοντες κωδωνοφοροῦσιν, ὅπως σημαίνειν σφίσιν ὁπόταν δεηθῶσι dehqw=si Dind., dunhqw=si *wM. δύνωνται.
5.1 ἐν μὲν δὴ τῇ Ῥώμῃ ταῦτʼ ἐγίγνετο, ὑπὸ δὲ δὴ τοὺς αὐτοὺς τούτους χρόνους καὶ οἱ Κάνταβροι οἵ τε Ἄστυρες ἐπολέμησαν αὖθις, au)=qis Xyl., au)toi=s *wM. οὗτοι μὲν διά τε τρυφὴν καὶ διʼ ὠμότητα τοῦ Καρισίου, οἱ δὲ δὴ Κάνταβροι, ἐπειδὴ ἐκείνους τε νεωτερίζοντας ᾔσθοντο καὶ τοῦ ἄρχοντός σφων Γαΐου Φουρνίου κατεφρόνησαν, ὅτι τε νεωστὶ ἀφῖκτο καὶ ὅτι ἄπειρον αὐτὸν τῶν παρʼ ἑαυτοῖς πραγμάτων εἶναι
5.2 ἔδοξαν. οὐ μέντοι καὶ ἐν τῷ ἔργῳ τοιοῦτός σφισιν ἐφάνη, ἀλλʼ ἡττηθέντες ἀμφότεροι ὑπʼ αὐτοῦ (καὶ γὰρ τῷ Καρισίῳ προσήμυνενʼ ἐδουλώθησαν. καὶ τῶν μὲν Καντάβρων οὐ πολλοὶ ἑάλωσαν· ἐπειδὴ γὰρ ἀνέλπιστον τὴν ἐλευθερίαν ἔσχον, οὐδὲ ζῆν

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi