Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 1

192 προσέταξέ τε βουλόμενος τὸ ἀπʼ αὐτοῦ γένος μένειν τοῖς ἄλλοις οὐ συμφυρόμενον περιτέμνεσθαι τὰ αἰδοῖα καὶ τοῦτο ποιεῖν ὀγδόῃ ἡμέρᾳ μετὰ τὸ γεννηθῆναι. τὴν αἰτίαν δὲ τῆς περιτομῆς ἡμῶν ἐν ἄλλοις δηλώσω.
193 πυθομένῳ δὲ Ἁβράμῳ καὶ περὶ τοῦ Ἰσμαήλου, εἰ ζήσεται, πολυχρόνιόν τε ἀπεσήμαινεν ὁ θεὸς καὶ μεγάλων ἐθνῶν πατέρα. καὶ Ἅβραμος μὲν ἐπὶ τούτοις εὐχαριστήσας τῷ θεῷ περιτέμνεται παραχρῆμα καὶ πάντες οἱ παρʼ αὐτοῦ καὶ ὁ παῖς Ἰσμαῆλος, οὗ κατʼ ἐκείνην τὴν ἡμέραν τρισκαιδέκατον ἔτος ἔχοντος αὐτὸς ἐνενηκοστὸν πρὸς τοῖς ἐννέα διῆγεν.
194 Ὑπὸ δὴ τοῦτον τὸν καιρὸν οἱ Σοδομῖται πλήθει καὶ μεγέθει χρημάτων ὑπερφρονοῦντες εἴς τε ἀνθρώπους ἦσαν ὑβρισταὶ καὶ πρὸς τὸ θεῖον ἀσεβεῖς, ὡς μηκέτι μεμνῆσθαι τῶν παρʼ αὐτοῦ γενομένων ὠφελειῶν, εἶναί τε μισόξενοι καὶ τὰς πρὸς ἄλλους ὁμιλίας ἐκτρέπεσθαι.
195 χαλεπήνας οὖν ἐπὶ τούτοις ὁ θεὸς ἔγνω τιμωρήσασθαι τῆς ὑπερηφανίας αὐτοὺς καὶ τήν τε πόλιν αὐτὴν κατασκάψασθαι καὶ τὴν χώραν οὕτως ἀφανίσαι, ὡς μήτε φυτὸν ἔτι μήτε καρπὸν ἕτερον ἐξ αὐτῆς ἀναδοθῆναι.
196 Ταῦτα τοῦ θεοῦ κρίναντος περὶ τῶν Σοδομιτῶν Ἅβραμος θεασάμενος τρεῖς ἀγγέλους, ἐκαθέζετο δὲ πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ παρὰ τῇ θύρᾳ τῆς αὑτοῦ αὐλῆς, καὶ νομίσας εἶναι ξένους ἀναστὰς ἠσπάσατό τε καὶ παρʼ αὐτῷ καταχθέντας παρεκάλει ξενίας μεταλαβεῖν.
197 ἐπινευσάντων δὲ ἄρτους τε προσέταξεν εὐθὺς ἐκ σεμιδάλεως γενέσθαι, καὶ μόσχον θύσας καὶ ὀπτήσας ἐκόμισεν αὐτοῖς ὑπὸ τῇ δρυῒ κατακειμένοις· οἱ δὲ δόξαν αὐτῷ παρέσχον ἐσθιόντων, ἔτι δὲ καὶ περὶ τῆς γυναικὸς ἐπυνθάνοντο, ποῖ ποτʼ εἴη Σάρρα. τοῦ δʼ εἰπόντος ἔνδον εἶναι, ἥξειν ἔφασαν εἰς τὸ μέλλον καὶ εὑρήσειν αὐτὴν ἤδη μητέρα γεγενημένην.
198 τῆς δὲ γυναικὸς ἐπὶ τούτῳ μειδιασάσης καὶ ἀδύνατον εἶναι τὴν τεκνοποιίαν εἰπούσης αὐτῆς μὲν ἐνενήκοντα ἔτη ἐχούσης τοῦ δʼ ἀνδρὸς ἑκατόν, οὐκέτι κατέσχον λανθάνοντες ἀλλʼ ἐμήνυσαν ἑαυτοὺς ὄντας ἀγγέλους τοῦ θεοῦ, καὶ ὅτι πεμφθείη μὲν ὁ εἷς σημανῶν περὶ τοῦ παιδός, οἱ δύο δὲ Σοδομίτας καταστρεψόμενοι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi