Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 1

225 Ἅβραμος δὲ ἐπὶ μηδενὶ κρίνων παρακούειν τοῦ θεοῦ δίκαιον ἅπαντά θʼ ὑπουργεῖν ὡς ἐκ τῆς ἐκείνου προνοίας ἀπαντώντων οἷς ἂν εὐμενὴς ᾖ, ἐπικρυψάμενος πρὸς τὴν γυναῖκα τήν τε τοῦ θεοῦ πρόρρησιν καὶ ἣν εἶχεν αὐτὸς γνώμην περὶ τῆς τοῦ παιδὸς σφαγῆς, ἀλλὰ μηδὲ τῶν οἰκετῶν τινι δηλώσας, ἐκωλύετο γὰρ ἂν ὑπηρετῆσαι τῷ θεῷ, λαβὼν τὸν Ἴσακον μετὰ δύο οἰκετῶν καὶ τὰ πρὸς τὴν ἱερουργίαν ἐπισάξας ὄνῳ ἀπῄει πρὸς τὸ ὄρος.
226 καὶ δύο μὲν ἡμέρας αὐτῷ συνώδευσαν οἱ οἰκέται, τῇ τρίτῃ δὲ ὡς κάτοπτον ἦν αὐτῷ τὸ ὄρος, καταλιπὼν ἐν τῷ πεδίῳ τοὺς συνόντας μετὰ μόνου τοῦ παιδὸς παραγίνεται εἰς τὸ ὄρος, ἐφʼ οὗ τὸ ἱερὸν Δαβίδης ὁ βασιλεὺς ὕστερον ἱδρύεται.
227 ἔφερον δὲ σὺν αὐτοῖς ὅσα λοιπὰ πρὸς τὴν θυσίαν ἦν πλὴν ἱερείου. τοῦ δʼ Ἰσάκου πέμπτον τε καὶ εἰκοστὸν ἔτος ἔχοντος τὸν βωμὸν κατασκευάζοντος καὶ πυθομένου, τί καὶ μέλλοιεν θύειν ἱερείου μὴ παρόντος, τὸν θεὸν αὐτοῖς παρέξειν ἔλεγεν ὄντα ἱκανὸν καὶ τῶν οὐκ ὄντων εἰς εὐπορίαν ἀνθρώποις παραγαγεῖν καὶ τὰ ὄντα τῶν ἐπʼ αὐτοῖς θαρρούντων ἀφελέσθαι· δώσειν οὖν κἀκείνῳ ἱερεῖον, εἴπερ εὐμενὴς μέλλει τῇ θυσίᾳ παρατυγχάνειν αὐτοῦ.
228 Ὡς δʼ ὁ βωμὸς παρεσκεύαστο καὶ τὰς σχίζας ἐπενηνόχει καὶ ἦν εὐτρεπῆ, λέγει πρὸς τὸν υἱόν· ὦ παῖ, μυρίαις εὐχαῖς αἰτησάμενός σε γενέσθαι μοι παρὰ τοῦ θεοῦ, ἐπεὶ παρῆλθες εἰς τὸν βίον, οὐκ ἔστιν ὅ τι μὴ περὶ τὴν σὴν ἀνατροφὴν ἐφιλοτιμησάμην οὐδʼ ἐφʼ ᾧ μᾶλλον εὐδαιμονήσειν ᾤμην, ὡς εἰ σέ τʼ ἴδοιμι ἠνδρωμένον καὶ τελευτῶν διάδοχον τῆς ἀρχῆς τῆς ἐμαυτοῦ καταλίποιμι.
229 ἀλλʼ ἐπεὶ θεοῦ τε βουλομένου σὸς πατὴρ ἐγενόμην καὶ πάλιν τούτῳ δοκοῦν ἀποτίθεμαί σε, φέρε γενναίως τὴν καθιέρωσιν· τῷ θεῷ γάρ σε παραχωρῶ ταύτης ἀξιώσαντι παρʼ ἡμῶν τῆς τιμῆς ἀνθʼ ὧν εὐμενὴς γέγονέ μοι παραστάτης καὶ σύμμαχος νῦν ἐπιτυχεῖν.
230 ἐπεὶ δʼ ἐγεννήθης ἀποθάνῃς οὐ τὸν κοινὸν ἐκ τοῦ ζῆν τρόπον, ἀλλʼ ὑπὸ πατρὸς ἰδίου θεῷ τῷ πάντων πατρὶ νόμῳ θυσίας προπεμπόμενος, ἄξιον οἶμαί σε κρίναντος αὐτοῦ μήτε νόσῳ μήτε πολέμῳ μήτε ἄλλῳ τινὶ τῶν παθῶν, ἃ συμπίπτειν πέφυκεν ἀνθρώποις, ἀπαλλαγῆναι τοῦ βίου,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi