Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 1

243 γίνονται δὲ αὗται τοῦτον τὸν τρόπον· ὑπὸ τοὺς μηροὺς ἀλλήλοις τὰς χεῖρας ἐπαγαγόντες ἔπειτα ἐπικαλοῦνται τὸν θεὸν μάρτυρα τῶν ἐσομένων. ἔπεμπε δὲ καὶ δῶρα τοῖς ἐκεῖ διὰ τὸ σπάνιον ἢ μηδʼ ὅλως ἐπιχωριάζειν ἐκτετιμημένα.
244 οὗτος ἀπερχόμενος χρόνῳ διὰ τὸ εἶναι χαλεπὴν ὁδεύεσθαι τὴν Μεσοποταμίαν, χειμῶνι μὲν ὑπὸ πηλῶν βάθους, θέρους δʼ ὑπὸ ἀνυδρίας, ἔτι δὲ καὶ λῃστηρίων ὄντων ἐν αὐτῇ, ἃ διαφυγεῖν οὐκ ἐνῆν μὴ προνοοῦσι τούτου τοῖς ὁδεύουσιν, εἰς πόλιν ἀφικνεῖται Κάρραν καὶ γενόμενος ἐν τοῖς προαστείοις παρθένοις ἐντυγχάνει πλείοσιν ἐφʼ ὕδωρ βαδιζούσαις·
245 εὔχεται μὲν οὖν τῷ θεῷ Ῥεβέκκαν, ἣν τῷ παιδὶ Ἅβραμος μνηστευσόμενον ἐξαπέστειλεν, εἰ κατὰ νοῦν τὸν αὐτοῦ μέλλει ὁ γάμος οὗτος συντελεῖσθαι, ἐν ἐκείναις εὑρεθῆναι γνωρισθῆναι τε αὐτὴν τῶν μὲν ἄλλων αἰτοῦντι ποτὸν ἀρνουμένων ἐκείνης δὲ αὐτῷ παρασχούσης.
246 Καὶ ὁ μὲν ἐπὶ ταύτης ὢν τῆς διανοίας ἐπὶ τὸ φρέαρ παραγίνεται καὶ παρακαλεῖ τὰς παρθένους ποτὸν αὐτῷ παρασχεῖν· τῶν δʼ ἐκτρεπομένων ὡς χρῃζουσῶν οἴκαδε κομίζειν, ἀλλʼ οὐκ ἐκείνῳ παρασχεῖν, καὶ γὰρ οὐδʼ εὔληπτον εἶναι τὸ ὕδωρ, μία ἐξ ἁπασῶν ἐκείναις τε τῆς πρὸς τὸν ξένον ἐπιπλήττει δυσκολίας, τίνος ἄλλου κοινωνήσειν πρὸς ἀνθρώπους αὐτάς ποτε, αἳ μηδʼ ὕδατος μετέδοσαν λέγουσα, καὶ παρέχει αὐτῷ φιλοφρόνως.
247 ὁ δὲ ἐν ἐλπίδι μὲν τῶν ὅλων γενόμενος, βουλόμενος δὲ τὴν ἀλήθειαν μαθεῖν, ἐπῄνει τε τῆς εὐγενείας αὐτὴν καὶ τῆς χρηστότητος, ὅτι καὶ μετʼ οἰκείου πόνου τοῖς δεομένοις ἐπαρκεῖν οὐκ ἔφυγεν, ἐπυνθάνετό τε τίνων εἴη γονέων καὶ κατεύχεται αὐτοῖς ὄνησιν τοιαύτης παιδὸς καί νυμφεύσειαν, φησίν, ὡς αὐτοῖς ἐστι κεχαρισμένον, εἰς οἶκον ἀνδρὸς ἀγαθοῦ παῖδας αὐτῷ τεξομένην γνησίους.
248 ἡ δὲ οὐδὲ τούτων ἐφθόνησεν αὐτῷ βουλομένῳ μαθεῖν, ἀλλὰ καὶ τὸ γένος ἀπεσήμαινε καὶ Ῥεβέκκα μέν, φησίν, ἐγὼ καλοῦμαι, πατὴρ δέ μοι Βαθουῆλος ἦν· ἀλλʼ ὁ μὲν ἤδη τέθνηκε, Λάβανος δὲ ἀδελφός ἐστιν ἡμέτερος τοῦ τε οἴκου παντὸς σὺν τῇ μητρὶ προνοούμενος καὶ τῆς ἐμῆς παρθενίας ἐπιμελόμενος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi