Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 1

249 τούτων ἀκροασάμενος ἔχαιρέ τε τοῖς γεγονόσι καὶ τοῖς εἰρημένοις τὸν θεὸν οὕτως ὁρῶν αὐτῷ τῆς ὁδοῦ σαφῶς συλλαμβάνοντα, καὶ προκομίσας ὁρμίσκον τε καί τινας κόσμους, οὓς εὐπρεπὲς φορεῖν παρθένοις, ἀνεδίδου τῇ κόρῃ τῆς ἐπὶ τῷ πιεῖν χάριτος ἀμοιβὴν εἶναι καὶ γέρας, δίκαιον λέγων τοιούτων αὐτὴν τυγχάνειν ἀγαθὴν παρὰ τὰς τοσαύτας παρθένους γενομένην.
250 ἠξίου τε παρʼ αὐτοῖς καταχθῆναι τοῦ προσωτέρω χωρεῖν τῆς νυκτὸς αὐτὸν ἀφαιρουμένης, κόσμον τε φέρων γυναικεῖον πολυτελῆ πιστεύειν αὐτὸν οὐκ ἀσφαλεστέροις ἔφασκεν ἢ τούτοις, οἷς αὐτὸς ἐπειράθη. τεκμαίρεσθαι δὲ καὶ τὴν τῆς μητρὸς καὶ τἀδελφοῦ φιλανθρωπίαν αὐτῆς ἔλεγεν, ὡς οὐ δυσχερανοῦσιν, ἐκ τῆς περὶ αὐτὴν ἀρετῆς· οὐδὲ γὰρ ἔσεσθαι βαρὺς μισθόν τε τῆς φιλοξενίας τελέσας καὶ δαπάναις ἰδίαις χρησάμενος.
251 ἡ δὲ περὶ μὲν τῆς τῶν γονέων φιλανθρωπίας αὐτῆς ὀρθῶς εἰκάζειν αὐτὸν εἶπεν, ἐπεμέμφετο δὲ ὡς μικρολόγους ὑπειληφότα· πάντων γὰρ ἀμισθὶ μεθέξειν. δηλώσασα μέντοι Λαβάνῳ πρότερον τἀδελφῷ συγχωροῦντος ἄξειν αὐτὸν ἔλεγεν.
252 Ὡς οὖν τούτου γενομένου παρῆγε τὸν ξένον, τὰς μὲν καμήλους αὐτοῦ παραλαμβάνοντες οἱ Λαβάνου θεράποντες ἐτημέλουν, αὐτὸς δὲ δειπνήσων εἰσήγετο σὺν αὐτῷ καὶ μετὰ τὸ δεῖπνόν φησι πρός τε αὐτὸν καὶ τὴν μητέρα τῆς κόρης· Ἅβραμος Θέρρου μέν ἐστιν υἱός, συγγενὴς δʼ ὑμέτερος· Ναχώρης γὰρ ὁ τούτων, ὦ γύναι, τῶν παίδων πάππος ἀδελφὸς ἦν Ἁβράμου ὁμοπάτριός τε καὶ ὁμομήτριος.
253 πέμπει τοίνυν οὗτος πρὸς ὑμᾶς ἀξιῶν τὴν κόρην ταύτην παιδὶ τῷ ἑαυτοῦ λαβεῖν πρὸς γάμον, ὃς γνήσιός ἐστιν αὐτῷ καὶ μόνος ἐπὶ τοῖς πᾶσι τεθραμμένος. ᾧ τῶν μὲν ἐκεῖ γυναικῶν δυνατὸν αὐτῷ τὴν εὐδαιμονεστάτην λαβεῖν οὐκ ἠξίωσεν ἀγαγέσθαι, τιμῶν δὲ τὸ γένος τὸν γάμον πολιτεύει τοῦτον.
254 οὗ τὴν σπουδὴν καὶ τὴν προαίρεσιν μὴ ὑβρίσητε· κατὰ γὰρ θεοῦ βούλησιν τά τε ἄλλα μοι κατὰ τὴν ὁδὸν ἀπήντησε καὶ τὴν παῖδα καὶ τὸν ὑμέτερον οἶκον εὗρον. ἐπεὶ γὰρ πλησίον τῆς πόλεως ἐγενόμην, παρθένους ἰδὼν πολλὰς ἐπὶ τὸ φρέαρ παραγινομένας ηὐξάμην εἰς ταύτην ἐμπεσεῖν, ὃ δὴ γέγονε.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi