Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 1

255 γάμον οὖν ὑπὸ θείας μνηστευόμενον ἐπιφανείας καὶ ὑμεῖς κυρώσατε καὶ Ἅβραμον τὸν μετὰ τοσαύτης ἀπεσταλκότα σπουδῆς τῷ κατανεῦσαι τὴν κόρην τιμήσατε. οἱ δὲ, καλὰ γὰρ ἦν αὐτοῖς καὶ κεχαρισμένα, τήν τε γνώμην τοῦ θεοῦ συνῆκαν καὶ πέμπουσιν ἐφʼ οἷς ἠξίου τὴν θυγατέρα. γαμεῖ δὲ ταύτην ὁ Ἴσακος τῶν πραγμάτων εἰς αὐτὸν ἀφικομένων· οἱ γὰρ ἐκ τῆς Κατούρας εἰς τὰς ἀποικίας ἐξεληλύθεισαν.
256 Τελευτᾷ δὲ καὶ Ἅβραμος μετʼ ὀλίγον, ἀνὴρ πᾶσαν ἀρετὴν ἄκρος καὶ τῆς περὶ αὐτὸν σπουδῆς ἀξίως ὑπὸ τοῦ θεοῦ τετιμημένος. ἐβίωσε δὲ τὸν πάντα χρόνον ἐτῶν ἑβδομηκονταπέντε πρὸς τοῖς ἑκατὸν καὶ θάπτεται ἐν Νεβρῶνι μετὰ τῆς γυναικὸς Σάρρας ὑπὸ τῶν παίδων Ἰσάκου καὶ Ἰσμαήλου.
257 Ἰσάκῳ δὲ μετὰ τὴν Ἁβράμου τελευτὴν ἐκύει τὸ γύναιον, καὶ τῆς γαστρὸς ἐπὶ μεῖζον ὀγκουμένης ἀγωνιάσας ἀνήρετο τὸν θεόν. φράζει δʼ αὐτῷ διδύμους τέξεσθαι τὴν Ῥεβέκκαν καὶ φερώνυμα ἔσεσθαι τοῖς παισὶν ἔθνη, τοῦ δὲ μείζονος προτερήσειν τὸ δοκοῦν ἔλασσον εἶναι.
258 τίκτεται δʼ αὐτῷ μετʼ ὀλίγον κατὰ πρόρρησιν τοῦ θεοῦ δίδυμα παιδία, ὧν τὸ μὲν πρεσβύτερον ἀπὸ κεφαλῆς ἐπὶ τοὺς πόδας περισσῶς ἦν δασύ, τὸ δὲ νεώτερον εἴχετο προϊόντος αὐτοῦ κατὰ πτέρναν. ἠγάπα δὲ ὁ μὲν πατὴρ τὸν πρεσβύτερον Ἠσαῦ λεγόμενον κατʼ ἐπωνυμίαν τῆς τριχώσεως· Ἑβραῖοι γὰρ τὸ ἤσαυρον τρίχωμα λέγουσιν· Ἰάκωβος δὲ ὁ νεώτερος τῇ μητρὶ προσφιλὴς ἦν.
259 Λιμοῦ δὲ τὴν γῆν καταλαβόντος Ἴσακος, δόξαν αὐτῷ χωρεῖν εἰς Αἴγυπτον τῆς χώρας ἀγαθῆς ὑπαρχούσης, ἐπὶ Γεράρων ἀπῄει τοῦ θεοῦ κελεύσαντος. ὑποδέχεται δʼ αὐτὸν ὁ βασιλεὺς Ἀβιμέλεχος κατὰ ξενίαν καὶ φιλίαν τὴν Ἁβράμου καὶ πολλῇ πάνυ πρὸς αὐτὸν εὐνοίᾳ χρησάμενος κατʼ ἀρχὰς ἐπὶ ταύτης ὑπὸ φθόνου μεῖναι πρὸς τὸ πᾶν ἐκωλύθη.
260 ὁρῶν γὰρ τὸν θεὸν τῷ Ἰσάκῳ συμπαρόντα καὶ τοσαύτῃ περὶ αὐτὸν σπουδῇ χρώμενον ἀπώσατο αὐτόν. ὁ δὲ τοιούτου πάλιν ἐκ μεταβολῆς τῆς ἀπὸ τοῦ βασκάνου πειραθεὶς Ἀβιμελέχου τότε μὲν ἀνεχώρησεν εἰς τὴν λεγομένην Φάραγγα χωρίον οὐ μακρὰν Γεράρων, ὀρύσσοντι δʼ αὐτῷ φρέαρ ποιμένες ἐπιπεσόντες εἰς μάχην ἐχώρησαν κωλύοντες τὸ ἔργον, καὶ μὴ βουληθέντος φιλονικεῖν ἔδοξαν κεκρατηκέναι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi