Kitap 1
269
Καὶ Ἡσαῦς μὲν ἐπὶ τὸ κυνηγέσιον ἐξώρμησεν· ἡ δὲ Ῥεβέκκα τὸν θεὸν εἰς τὴν εὔνοιαν ἀξιοῦσα τὴν Ἰακώβου παρακαλεῖν καὶ παρὰ τὴν Ἰσάκου γνώμην ἐκέλευσεν αὐτὸν ἐρίφους κατασφάξαντα δεῖπνον παρασκευάζειν. ὁ δὲ Ἰάκωβος ὑπηρέτει τῇ μητρὶ πάντα παρʼ αὐτῆς πεπυσμένος·
270
ἐπεὶ δʼ εὐτρεπὲς ἦν τὸ δεῖπνον, ἐρίφου δέρματι τὸν βραχίονα περιβαλών, ἵνα πιστεύοιτο παρὰ τῷ πατρὶ διὰ τὴν δασύτητα Ἡσαῦς εἶναι, τὰ γὰρ ἄλλα πάντʼ ὢν ὅμοιος διὰ τὸ εἶναι δίδυμος τούτῳ μόνῳ διέφερε, καὶ φοβηθεὶς μὴ πρὶν γενέσθαι τὰς εὐχὰς εὑρεθεὶς κακουργῶν εἰς τοὐναντίον παροξύνῃ τὸν πατέρα ποιήσασθαι ταύτας, προσέφερε τῷ πατρὶ τὸ δεῖπνον.
271
καὶ ὁ Ἴσακος ἐπαισθόμενος τῷ κατὰ τὴν φωνὴν ἰδίῳ προσκαλεῖται τὸν υἱόν· τοῦ δὲ τὸν βραχίονα προτείναντος, ᾧ τὴν αἰγέαν περιβέβλητο, ταύτης ἐπαφώμενος φωνεῖς μέν, εἶπεν, Ἰακώβῳ παραπλήσιον, κατὰ δὲ τὸ τῆς τριχὸς βάθος Ἡσαῦς εἶναί μοι δοκεῖς.
272
καὶ μηδὲν ὑπολαβὼν κακοῦργον δειπνήσας τρέπεται πρὸς εὐχὰς καὶ παράκλησιν τοῦ θεοῦ δέσποτα, λέγων, παντὸς αἰῶνος καὶ δημιουργὲ τῆς ὅλης οὐσίας· σὺ γὰρ πατρὶ τῷ ἐμῷ μεγάλην ἰσχὺν προύθηκας ἀγαθῶν κἀμὲ τῶν παρόντων ἠξίωσας καὶ τοῖς ἐξ ἐμοῦ γενομένοις ὑπέσχου βοηθὸς εὐμενὴς καὶ δοτὴρ ἀεὶ τῶν κρειττόνων ἔσεσθαι·
273
ταῦτʼ οὖν καὶ βεβαίωσον καὶ μὴ περιίδῃς με διὰ τὴν παροῦσαν ἀσθένειαν, διʼ ἣν καὶ μᾶλλόν σου δεόμενος τυγχάνω, καί μοι παῖδα τοῦτον εὐμενὴς σῶζε καὶ παντὸς ἀπαθῆ κακοῦ διαφύλαττε δοὺς αὐτῷ βίον εὐδαίμονα καὶ κτῆσιν ἀγαθῶν, ὅσων σοι δύναμις παρασχεῖν, ποιήσας δʼ αὐτὸν φοβερὸν μὲν ἐχθροῖς φίλοις δὲ τίμιον καὶ κεχαρισμένον.
274
Καὶ ὁ μὲν νομίζων εἰς Ἡσαῦν ποιεῖσθαι τὰς εὐχὰς παρεκάλει τὸν θεόν· ἄρτι δὲ πέπαυτο τούτων καὶ παρῆν Ἡσαῦς ἀπὸ τῆς θήρας. καὶ τῆς διαμαρτίας Ἴσακος αἰσθόμενος ἡσυχίαν ἄγει, Ἡσαῦς δὲ ἠξίου τῶν ὁμοίων τἀδελφῷ παρὰ τοῦ πατρὸς τυγχάνειν·