Kitap 1
275
τοῦ δὲ πατρὸς ἀρνουμένου διὰ τὸ πάσας εἰς Ἰάκωβον τὰς εὐχὰς ἀνηλωκέναι πένθος ἦγεν ἐπὶ τῇ διαμαρτίᾳ. καὶ αὐτοῦ τοῖς δάκρυσιν ἀχθόμενος ὁ πατὴρ τὰ μὲν περὶ τὸ κυνηγέσιον καὶ δύναμιν σώματος ἐν ὅπλοις καὶ πᾶσιν ἔργοις εὐδοκιμήσειν αὐτὸν ἔφασκε καὶ καρπώσεσθαι τὴν ἐπʼ αὐτοῖς δόξαν διʼ αἰῶνος καὶ τὸ ἀπʼ αὐτοῦ γένος, δουλεύσειν δὲ τἀδελφῷ.
276
Ἰάκωβον δὲ φοβούμενον τὸν ἀδελφὸν τιμωρίαν βουλόμενον λαβεῖν τῆς ἐπὶ ταῖς εὐχαῖς διαμαρτίας ἡ μήτηρ ῥύεται· πείθει γὰρ τὸν ἄνδρα Μεσοποταμίαν ἀγαγέσθαι τῷ Ἰακώβῳ γυναῖκα συγγενῆ.
277
ἤδη γὰρ τὴν Ἰσμαήλου παῖδα Ἡσαῦς παρειλήφει πρὸς γάμον Βασεμάθην· οὐ γὰρ εὐνόουν τοῖς Χαναναίοις οἱ περὶ τὸν Ἴσακον, ὥστε ἐπὶ τοῖς πρότερον αὐτοῦ γάμοις δυσχερῶς διακειμένων εἰς τὸ ἐκείνοις κεχαρισμένον τὴν Βασεμάθην παρέλαβεν μάλιστα περὶ αὐτὴν σπουδάσας.
278
Ἰάκωβος δὲ εἰς τὴν Μεσοποταμίαν στελλόμενος ὑπὸ τῆς μητρὸς κατὰ γάμον τῆς Λαβάνου θυγατρὸς τοῦ ἐκείνης ἀδελφοῦ, ἐπιτρέψαντος Ἰσάκου τὸν γάμον διὰ τὸ πείθεσθαι τοῖς βουλήμασι τῆς γυναικὸς διὰ τῆς Χαναναίας ἐπορεύετο καὶ διὰ τὸ πρὸς τοὺς ἐπιχωρίους μῖσος παρʼ οὐδένα μὲν ἠξίου κατάγεσθαι,
279
ὑπαίθριος δὲ ηὐλίζετο τὴν κεφαλὴν λίθοις ὑπʼ αὐτοῦ συμφορουμένοις ἐπιτιθεὶς καὶ τοιαύτην κατὰ τοὺς ὕπνους ὄψιν ὁρᾷ παραστᾶσαν αὐτῷ· κλίμακα γῆθεν ἔδοξεν ἐφικνουμένην τοῦ οὐρανοῦ βλέπειν καὶ διʼ αὐτῆς ὄψεις κατιούσας σεμνότερον ἢ κατὰ ἀνθρώπου φύσιν ἐχούσας, καὶ τελευταῖον ὑπὲρ αὐτῆς τὸν θεὸν ἐναργῶς αὐτῷ φαινόμενον ὀνομαστί τε καλέσαι καὶ ποιήσασθαι τοιούτους λόγους.
280
Ἰάκωβε, πατρὸς ὄντα σε ἀγαθοῦ καὶ πάππου δόξαν ἀρετῆς μεγάλης εὑραμένου κάμνειν ἐπὶ τοῖς παροῦσιν οὐ προσῆκεν, ἀλλʼ ἐλπίζειν τὰ κρείττονα·
281
καὶ γὰρ ἄφθονος ἐκδέξεταί σε μεγάλων ἀγαθῶν παρουσία πρὸς τὸ πᾶν κατὰ τὴν ἐμὴν ἐπικουρίαν. Ἅβραμόν τε γὰρ ἐγὼ ἐκ τῆς Μεσοποταμίας δεῦρο ἤγαγον ἐλαυνόμενον ὑπὸ τῶν συγγενῶν, καὶ πατέρα τὸν σὸν εὐδαίμονα ἀπέφηνα· ὧν οὐχ ἥττω μοῖραν εἰς σὲ καταθήσομαι·