Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 1

282 θαρρῶν οὖν καὶ ταύτην πορεύου τὴν ὁδὸν ἐμοὶ προπομπῷ χρώμενος· ἀνυσθήσεται γάρ σοι γάμος, ἐφʼ ὃν ἐσπούδακας, καὶ γενήσονταί σοι παῖδες ἀγαθοί, τὸ δὲ πλῆθος αὐτῶν ἀριθμοῦ κρεῖττον ἔσται, μείζοσιν υἱοῖς αὐτῶν καταλιμπάνοντες· οἷς ἐγὼ τὸ ταύτης κράτος τῆς γῆς δίδωμι καὶ παισὶ τοῖς αὐτῶν, οἳ πληρώσουσιν ὅσην ἥλιος ὁρᾷ καὶ γῆν καὶ θάλασσαν.
283 ἀλλὰ μήτε κίνδυνον ὑφορῶ μηδένα μήτʼ εὐλαβοῦ τὸ πλῆθος τῶν πόνων ἐμοῦ ποιουμένου τῶν σοὶ πραχθησομένων πρόνοιαν ἔν τε τοῖς νῦν καὶ πολὺ πλέον ἐν τοῖς ὕστερον.
284 Ταῦτα μὲν οὖν ὁ θεὸς Ἰακώβῳ προαγορεύει· ὁ δὲ περιχαρὴς γενόμενος ἐπὶ τοῖς ἑωραμένοις καὶ κατηγγελμένοις φαιδρύνει τε τοὺς λίθους ὡς τηλικούτων ἀγαθῶν ἐπʼ αὐτοῖς προρρήσεως γεγενημένης καὶ εὐχὴν ποιεῖται θύσειν ἐπʼ αὐτῶν, εἰ κτησάμενος βίον ἀπαθὴς ἐπανίοι, τῷ θεῷ δεκάτην τῶν πεπορισμένων ποιεῖσθαι οὕτως ἀφικόμενος, τίμιόν τε κρίνει τὸ χωρίον ὄνομα αὐτῷ Βηθὴλ θέμενος, σημαίνει δὲ τοῦτο θείαν ἑστίαν κατὰ τὴν τῶν Ἑλλήνων γλῶτταν.
285 Προϊὼν δὲ ἐπὶ τῆς Μεσοποταμίας χρόνῳ παρῆν εἰς τὴν Χαρράν, καὶ ποιμένας ἐν τοῖς προαστείοις καταλαβὼν καὶ παῖδας ἐφήβους καὶ παρθένους ὑπέρ τινος ἱδρυμένους φρέατος συνδιέτριβεν αὐτοῖς χρῄζων ποτοῦ εἴς τε λόγους αὐτοῖς ἀφικνούμενος ἀνέκρινεν αὐτούς, εἰ τυγχάνουσι Λάβανόν τινα παρʼ αὐτοῖς εἰδότες ἔτι περιόντα.
286 οἱ δὲ πάντες ἐπίστασθαί τε ἔφασαν, οὐ γὰρ εἶναι τοιοῦτον ὥστε ἀγνοεῖσθαι, καὶ συμποιμαίνειν αὐτοῖς θυγατέρα αὐτοῦ, ἣν θαυμάζειν ὅτι μήπω παρείη· παρὰ γὰρ ταύτης μεμαθήκεις ἂν ἀκριβέστερον ὅσα περὶ αὐτῶν ἀκοῦσαι ποθεῖς. ταῦτα δʼ αὐτῶν ἔτι λεγόντων παρῆν ἡ παῖς σὺν τοῖς ἐπικατιοῦσι τῶν ποιμένων.
287 καὶ δεικνύουσι τὸν Ἰάκωβον αὐτῇ λέγοντες, ὡς ξένος οὗτος ἥκοι τὰ περὶ τοῦ πατρὸς αὐτῆς ἀναπυνθανόμενος. ἡ δὲ ἡσθεῖσα ὑπὸ νηπιότητος τῇ παρουσίᾳ τοῦ Ἰακώβου ἀνέκρινεν αὐτόν, τίς τε ὢν καὶ πόθεν ἥκοι πρὸς αὐτοὺς καὶ ὑπὸ τίνος χρείας ἠγμένος, ηὔχετο δὲ δυνατὸν εἶναι αὐτοῖς παρέχειν ὧν ἀφικνεῖται δεόμενος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi