Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 1

288 Ἰάκωβος δὲ οὐχ ὑπὸ τῆς συγγενείας οὐδὲ τῆς διὰ ταύτην εὐνοίας, ἀλλʼ ἔρωτι τῆς παιδὸς ἡττηθεὶς ἐκπέπληκτό τε τοῦ κάλλους ὁρῶν οὕτως ἔχουσαν, ὡς ὀλίγαι τῶν τότε γυναικῶν ἤνθουν, καὶ φησίν· ἀλλʼ ἐμοὶ πρὸς σὲ καὶ πατέρα τὸν σόν, εἴπερ Λαβάνου παῖς τυγχάνεις, οἰκειότης ἐστὶ πρεσβυτέρα τῆς τε σῆς καὶ ἐμῆς γενέσεως·
289 ἐκ Θάρρου γὰρ Ἅβραμος καὶ Ἀρράνης καὶ Ναχώρης ἦσαν υἱοί, ὧν Βαθουῆλος ὁ σὸς πάππος Ναχώρου γίνεται παῖς, Ἁβράμου δὲ καὶ τῆς Ἀρράνου Σάρρας Ἴσακος ὁ ἐμὸς πατήρ. ἔγγιον δὲ καὶ νεώτερον τοῦθʼ ἡμεῖς τῆς συγγενείας ὁμήρευμα ἔχομεν πρὸς ἀλλήλους·
290 Ῥεβέκκα γὰρ μήτηρ ἐμὴ Λαβάνου πατρὸς τοῦ σοῦ ἀδελφὴ πατρός τε τοῦ αὐτοῦ καὶ μητρός, ἀνεψιοὶ δʼ ἐσμὲν ἡμεῖς ἐγώ τε καὶ
291 σύ. καὶ νῦν δεῦρο ἥκω ἀσπασόμενός τε ὑμᾶς καὶ τὴν προϋπάρχουσαν ἡμῖν συγγένειαν ἀνανεωσόμενος. ἡ δὲ ὑπὸ μνήμης, ὁποῖα φιλεῖ συντυγχάνειν τοῖς νέοις, προπεπυσμένη παρὰ τοῦ πατρὸς τὰ περὶ τῆς Ῥεβέκκας καὶ τοὺς γονεῖς εἰδυῖα ποθοῦντας αὐτῆς τὸ ὄνομα ὑπὸ τῆς περὶ τὸν πατέρα εὐνοίας ἔνδακρυς γενομένη περιβάλλει τὸν Ἰάκωβον,
292 καὶ κατασπασαμένη τὴν εὐκταιοτάτην καὶ μεγίστην ἡδονὴν αὐτὸν κομίσαι τῷ πατρὶ καὶ τοῖς ἐπὶ τῆς οἰκίας ἅπασιν ἔλεγεν ἐπὶ τῇ μνήμῃ τῆς μητρὸς αὐτοῦ κειμένῳ καὶ πρὸς μόνῃ ταύτῃ τυγχάνοντι· φανεῖσθαι δʼ αὐτῷ παντὸς ἀντάξιον ἀγαθοῦ. χωρεῖν τε ἐκέλευεν ἤδη πρὸς τὸν πατέρα καὶ ἕπεσθαι πρὸς αὐτὸν ἡγουμένῃ καὶ τῆς ἡδονῆς μὴ ἀφαιρεῖσθαι τὸ πλέον αὐτὸν βραδύνοντα.
293 Ταῦτʼ εἰποῦσα παρῆγεν αὐτὸν πρὸς τὸν Λάβανον, καὶ γνωρισθεὶς ὑπὸ τοῦ μήτρωος αὐτός τε ἀδεὴς ἦν ἐν φίλοις γενόμενος κἀκείνοις πολλὴν ἡδονὴν παρεῖχεν ἀδοκήτως ἐπιφανείς.
294 μετὰ δὲ οὐ πολλὰς ἡμέρας ὁ Λάβανος χαίρειν μὲν ἐπʼ αὐτῷ παρόντι μειζόνως ἢ ὡς τῷ λόγῳ δηλώσειεν ἔλεγε, τὴν δʼ αἰτίαν διʼ ἣν ἀφῖκται μητέρα τε καὶ πατέρα πρεσβύτας καταλιπὼν καὶ θεραπείας τῆς παρʼ αὐτοῦ δεομένους ἀνεπυνθάνετο· παρέξειν γὰρ αὐτῷ καὶ πρὸς ἅπασαν ἐπαμύνειν χρείαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi