Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 1

319 καὶ ταῦτα μὲν ὑπὲρ τοῦ μηδὲν ἀδικεῖν αὐτὸς ἔλεγε, προσενεκάλει δὲ καὶ κατηγορίαν ἐποιεῖτο, ὅτι μητρὸς ὢν ἀδελφὸς τῆς αὐτοῦ καὶ συζεύξας αὐτῷ τὰς θυγατέρας ἐπιτάγμασιν ἐκτρυχώσειε χαλεποῖς, εἴκοσιν ἐτῶν ἀριθμὸν ἐν αὐτοῖς κατασχών. καὶ τὰ μὲν προφάσει τῶν γάμων ὑπʼ αὐτοῦ γενόμενα καίπερ ὄντα χαλεπὰ κουφότερα ἔφασκε, χείρω δὲ τὰ μετὰ τοὺς γάμους καὶ ἅ τις ἂν ἔπαθεν ἐχθρὸς ἔφυγε.
320 καὶ γὰρ σφόδρα κακούργως ὁ Λάβανος ἐχρήσατο τῷ Ἰακώβῳ· ὁρῶν γὰρ αὐτῷ τὸν θεὸν πρὸς ὅτι θελήσειε συλλαμβανόμενον ὑπισχνεῖτο τῶν τεχθησομένων αὐτῷ παρέξειν ἔσθʼ ὅτε μὲν ὅτι καὶ γένοιτο λευκόν, ποτὲ δʼ αὖ τὰ μέλανα τῶν γεννωμένων.
321 πληθυόντων δὲ τῶν ἐπʼ ὀνόματι τῷ Ἰακώβου τικτομένων, τὴν μὲν εἰς τὸ παρὸν οὐκ ἐφύλαττε πίστιν, εἰς ἔτος δὲ παρέξειν ἐπηγγέλλετο διὰ τὸ ἐποφθαλμιᾶν τῷ πλήθει τῆς κτήσεως, ἐπαγγελλόμενος μὲν διὰ τὸ δυσέλπιστον γενέσθαι τοσαῦτα, ψευδόμενος δὲ ἐπὶ γενομένοις.
322 Περὶ μέντοι τῶν ἱερωμάτων ἐκέλευεν ἔρευναν ποιεῖσθαι· δεξαμένου δὲ Λαβάνου τὴν ἔρευναν Ῥαχήλα πυνθανομένη κατατίθησι τοὺς τύπους εἰς τὴν σάγην τῆς φερούσης αὐτὴν καμήλου· ἐκαθέζετο δὲ φάσκουσα τὴν κατὰ φύσιν κάθαρσιν αὐτῇ ἐνοχλεῖν.
323 καὶ Λάβανος μὲν ἀφίσταται τῆς ἐπὶ πλεῖον ἐρεύνης οὐκ ἂν οἰηθεὶς τὴν θυγατέρα μετὰ τοιούτου πάθους τοῖς τύποις προσελθεῖν, ποιεῖται δʼ ὅρκους πρὸς Ἰάκωβον οὐδενὸς αὐτῷ μνησικακήσειν τῶν γενομένων, ἀλλὰ κἀκεῖνος ἀγαπήσειν αὐτοῦ τὰς θυγατέρας.
324 καὶ τὰς πίστεις τὰς ἐπὶ τούτοις ἐποιήσαντο ὑπὲρ ὀρῶν τινων, ἐφʼ οἷς στήλην ἀνέθεσαν κατὰ βωμοῦ σχῆμα, ὅθεν Γαλάδην λέγεται βουνός, ἀφʼ οὗ καὶ νῦν Γαλαδηνὴν καλοῦσι τὴν γῆν. ἑστιαθέντων δὲ ἐπὶ τοῖς ὅρκοις ὁ μὲν Λάβανος ἀνέζευξεν.
325 Ἰακώβῳ δὲ εἰς τὴν Χαναναίαν προϊόντι φαντάσματα συνετύγχανεν ἀγαθὰς ἐλπίδας ὑπαγορεύοντα περὶ τῶν ἐς ὕστερον· καὶ τὸν μὲν τόπον ἐκεῖνον προσαγορεύει θεοῦ στρατόπεδον, βουλόμενος δὲ εἰδέναι, τί ὁ ἀδελφὸς αὐτοῦ φρονεῖ, τοὺς γνωσομένους ἕκαστα μετὰ ἀκριβείας προύπεμψε δεδιὼς αὐτὸν διὰ τὴν προτέραν ὑποψίαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi