Kitap 1
339
ἀπῄει μὲν οὖν ὁ βασιλεὺς ἐλπίζων Ἰάκωβον παρέξειν τὸν γάμον, Ἰάκωβος δὲ τοῖς παισὶ δηλώσας τήν τε φθορὰν τῆς ἀδελφῆς καὶ τοῦ Ἐμμώρου τὴν δέησιν ἠξίου βουλεύεσθαι τί δεῖ ποιεῖν. οἱ μὲν οὖν πλείους ἡσύχαζον γνώμης ἀποροῦντες, Σεμεὼν δὲ καὶ Λευὶς ὁμομήτριοι τῆς κόρης ἀδελφοὶ συντίθενται πρὸς ἀλλήλους τοιάνδε τινὰ πρᾶξιν·
340
οὔσης ἑορτῆς καὶ τῶν Σικιμιωτῶν εἰς ἄνεσιν καὶ εὐωχίαν τετραμμένων νύκτωρ πρώτοις ἐπιβαλόντες τοῖς φύλαξι κτείνουσι κοιμωμένους καὶ παρελθόντες εἰς τὴν πόλιν ἀναιροῦσι πᾶν ἄρρεν καὶ τὸν βασιλέα σὺν αὐτοῖς καὶ τὸν υἱὸν αὐτοῦ, φείδονται δὲ τῶν γυναικῶν. πράξαντες δὲ ταῦτα δίχα τῆς τοῦ πατρὸς γνώμης ἐπανάγουσι τὴν ἀδελφήν.
341
Ἰακώβῳ δὲ ἐκπλαγέντι πρὸς τὸ μέγεθος τῶν γεγονότων καὶ χαλεπαίνοντι πρὸς τοὺς υἱοὺς ὁ θεὸς παραστὰς ἐκέλευσε θαρρεῖν, ἁγνίσαντι δὲ τὰς σκηνὰς θυσίας ἐπιτελεῖν, ἃς τὸ πρῶτον ἀπιὼν εἰς τὴν Μεσοποταμίαν ἐπὶ τῇ ὄψει τοῦ ὀνείρου ηὔξατο.
342
ἁγνίζων οὖν τοὺς ἑπομένους ἐπιτυγχάνει τοῖς Λαβάνου θεοῖς, οὐ γὰρ ἠπίστατο ὑπὸ τῆς Ῥαχήλης κλαπέντας, καὶ αὐτοὺς ἔκρυψεν ἐν Σικίμοις εἰς γῆν ὑπό τινα δρῦν, ἀπάρας τε τοὐντεῦθεν ἐν Βαιθήλοις ἔθυεν, ὅπου τὸ ὄνειρον ἐθεάσατο χωρῶν πρότερον ἐπὶ τῆς Μεσοποταμίας.
343
Ἐντεῦθεν δὲ προϊὼν ἐπεὶ κατὰ τὴν Ἐφραθηνὴν γίνεται, ἐνθάδε Ῥαχήλαν ἐκ τοκετοῦ θανοῦσαν θάπτει μόνην τῶν συγγενῶν τῆς ἐν Νεβρῶνι τιμῆς οὐ τυχοῦσαν. πενθήσας δὲ μεγάλως τὸ ἐξ αὐτῆς παιδίον Βενιαμὶν ἐκάλεσε διὰ τὴν ἐπʼ αὐτῷ γενομένην ὀδύνην τῇ μητρί.
344
οὗτοι Ἰακώβου παῖδες οἱ πάντες, ἄρρενες μὲν δώδεκα θήλεια δὲ μία. τούτων ὀκτὼ γνήσιοι, ἐκ Λείας μὲν ἕξ, δύο δὲ ἐκ Ῥαχήλης, τέσσαρες δὲ ἐκ τῶν θεραπαινίδων δύο ἐξ ἑκατέρας, ὧν καὶ τὰ ὀνόματα πάντων προεῖπον.
345
Παρῆν δʼ ἐντεῦθεν ἐπὶ Νεβρῶνα πόλιν ἐν Χαναναίοις κειμένην· ἐκεῖ δὲ Ἴσακος τὴν δίαιταν εἶχε· καὶ βραχέα μὲν ἀλλήλοις συνδιατρίβουσι· τὴν γὰρ Ῥεβέκκαν Ἰάκωβος οὐ κατέλαβε ζῶσαν. θνήσκει δὲ καὶ Ἴσακος οὐ μετὰ πολὺ τῆς ἀφίξεως τοῦ υἱοῦ καὶ ταφῆς ἔτυχεν ὑπὸ τῶν παίδων σὺν τῇ γυναικὶ ἐν Νεβρῶνι μνημείου προγονικοῦ ἐν αὐτῇ τυγχάνοντος αὐτοῖς.