Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 10

61 ἥν, ἵνα πεισθῶσιν, ὅτι θεός ἐστι καὶ οὐδὲν ἐψεύδετο τούτων ὧν αὐτοῖς διὰ τῶν προφητῶν κατήγγειλε, πάντως αὐτοῖς ποιήσειν. διʼ αὐτὸν μέντοι δίκαιον γενόμενον ἐφέξειν ἔτι τὰς συμφοράς, μετὰ δὲ τὴν ἐκείνου τελευτὴν τὰ κατεψηφισμένα πάθη τοῖς ὄχλοις ἐπιπέμψειν.
62 Οἱ μὲν οὖν τῆς γυναικὸς προφητευσάσης ἐλθόντες ἀπήγγειλαν τῷ βασιλεῖ. ὁ δὲ περιπέμψας πανταχοῦ τὸν λαὸν ἐκέλευε συνελθεῖν εἰς Ἱεροσόλυμα τούς θʼ ἱερεῖς καὶ τοὺς Λευίτας, πᾶσαν ἡλικίαν παρεῖναι προστάξας.
63 ἀθροισθέντων δὲ αὐτῶν πρῶτον μὲν αὐτοῖς ἀνέγνω τὰς ἱερὰς βίβλους, ἔπειτα στὰς ἐπὶ τοῦ βήματος ἐν μέσῳ τῷ πλήθει ὅρκους ποιήσασθαι καὶ πίστεις ἠνάγκασεν, ἦ μὴν θρησκεύσειν τὸν θεὸν καὶ φυλάξειν τοὺς Μωυσέος νόμους.
64 οἱ δὲ προθύμως τʼ ἐπῄνεσαν καὶ τὰ παραινεθέντα ὑπὸ τοῦ βασιλέως ποιήσειν ὑπέστησαν θύοντές τε παραχρῆμα καὶ καλλιεροῦντες ἤδη τὸν θεὸν ἱκέτευον εὐμενῆ καὶ ἵλεων αὐτοῖς ὑπάρχειν.
65 τὸν δὲ ἀρχιερέα προσέταξεν εἴ τι περισσὸν ὑπὸ τῶν προγόνων σκεῦος τοῖς εἰδώλοις καὶ ξενικοῖς θεοῖς κατασταθὲν ἦν ἐν τῷ ναῷ, τοῦτο ἐκβαλεῖν. συναθροισθέντων δὲ πολλῶν καταπρήσας αὐτὰ τὴν σποδὸν αὐτῶν διέσπειρε καὶ τοὺς ἱερεῖς τῶν εἰδώλων οὐκ ὄντας ἐκ τοῦ Ἀαρῶνος γένους ἀπέκτεινε.
66 Ταῦτα δὲ ἐν τοῖς Ἱεροσολύμοις διαπραξάμενος ἧκεν εἰς τὴν χώραν καὶ τὰ κατασκευασθέντα ἐν αὐτῇ ὑπὸ Ἱεροβοάμου τοῦ βασιλέως εἰς τιμὴν τῶν ξενικῶν θεῶν ἠφάνισε καὶ τὰ ὀστᾶ τῶν ψευδοπροφητῶν ἐπὶ τοῦ βωμοῦ, ὃν κατεσκεύασε πρῶτος Ἱερόβαμος, κατέκαυσε.
67 ταῦτα δὲ προφήτην κατελθόντα πρὸς Ἱερόβαμον θυσιάζοντος αὐτοῦ καὶ παντὸς ἀκούοντος τοῦ λαοῦ προκαταγγεῖλαι τὰ γενησόμενα, ὅτι τις ἐκ τοῦ Δαυίδου γένους Ἰωσίας τοὔνομα ποιήσει τὰ προειρημένα. συνέβη δὲ ταῦτα λαβεῖν τέλος μετὰ ἔτη τριακόσια καὶ ἑξηκονταέν.
68 Μετὰ δὲ ταῦτα ὁ βασιλεὺς Ἰωσίας πορευθεὶς καὶ πρὸς τοὺς ἄλλους τῶν Ἰσραηλιτῶν, ὅσοι τὴν αἰχμαλωσίαν καὶ τὴν δουλείαν τὴν ὑπὸ τῶν Ἀσσυρίων διέφυγον, ἀφεῖναι μὲν τὰς ἀσεβεῖς πράξεις καὶ τὰς τιμὰς τὰς πρὸς τοὺς ἀλλοτρίους θεοὺς ἐγκαταλιπεῖν ἔπεισε, τὸν δὲ πάτριον καὶ μέγιστον θεὸν εὐσεβεῖν καὶ τούτῳ προσανέχειν·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi