Kitap 10
104
διὸ καὶ ὁ προφήτης Ἱερεμίας πρὸς αὐτὸν ἐλθὼν πολλάκις ἐμαρτύρατο κελεύων τὰς μὲν ἄλλας ἀσεβείας καὶ παρανομίας καταλιπεῖν, προνοεῖν δὲ τοῦ δικαίου, καὶ μήτε τοῖς ἡγεμόσι τῷ εἶναι ἐν αὐτοῖς πονηροὺς προσανέχειν μήτε τοῖς ψευδοπροφήταις ἀπατῶσιν αὐτὸν πεπιστευκέναι, ὡς οὐκέτι πολεμήσει τὴν πόλιν ὁ Βαβυλώνιος καὶ ὡς Αἰγύπτιοι στρατεύσουσιν ἐπʼ αὐτὸν καὶ νικήσουσι· ταῦτα γὰρ οὐκ ἀληθῆ λέγειν οὐδʼ οὕτως ὀφείλοντα γενέσθαι.
105
ὁ δὲ Σαχχίας ἐφʼ ὅσον μὲν ἤκουσε τοῦ προφήτου ταῦτα λέγοντος ἐπείθετο αὐτῷ καὶ συνῄδει πᾶσιν ὡς ἀληθεύουσι καὶ συμφέρον αὐτῷ πεπιστευκέναι· διέφθειρον δὲ πάλιν αὐτὸν οἱ φίλοι καὶ διῆγον ἀπὸ τῶν τοῦ προφήτου πρὸς ἅπερ ἤθελον.
106
προεφήτευσε δὲ καὶ Ἰεζεκίηλος ἐν Βαβυλῶνι τὰς μελλούσας τῷ λαῷ συμφορὰς καὶ γράψας ταῦτα ἔπεμψεν εἰς Ἱεροσόλυμα. ταῖς δὲ προφητείαις αὐτῶν Σαχχίας ἠπίστησεν ἐκ τοιαύτης αἰτίας· τὰ μὲν ἄλλα πάντα συμφωνοῦντα εἰπεῖν συνέβη, ὡς ἥ τε πόλις ἁλώσεται καὶ Σαχχίας αὐτὸς αἰχμάλωτος ἔσται, διεφώνησε δὲ Ἰεζεκίηλος εἰπὼν οὐκ ὄψεσθαι Βαβυλῶνα τὸν Σαχχίαν τοῦ Ἱερεμίου φάσκοντος αὐτῷ, ὅτι δεδεμένον αὐτὸν ὁ Βαβυλώνιος ἄξει βασιλεύς.
107
καὶ διὰ τὸ μὴ ταὐτὸν αὐτοὺς ἑκατέρους λέγειν καὶ περὶ ὧν συμφωνεῖν ἐδόκουν ὡς οὐδʼ ἐκεῖνα ἀληθῆ λέγουσι καταγνούς· καίτοι πάντʼ αὐτῷ κατὰ τὰς προφητείας ἀπήντησεν, ἅπερ εὐκαιρότερον δηλώσομεν.
108
Τὴν συμμαχίαν δὲ τὴν πρὸς τοὺς Βαβυλωνίους ἐπʼ ἔτη ὀκτὼ κατασχὼν διέλυσε τὰς πρὸς αὐτοὺς πίστεις καὶ τοῖς Αἰγυπτίοις προστίθεται καταλύσειν τοὺς Βαβυλωνίους ἐλπίσας, αἳ μετʼ ἐκείνων ἐγένοντο.
109
μαθὼν δὲ τοῦτο ὁ τῶν Βαβυλωνίων βασιλεὺς ἐστράτευσεν ἐπʼ αὐτὸν καὶ τὴν χώραν κακώσας αὐτοῦ καὶ τὰ φρούρια λαβὼν ἐπʼ αὐτὴν ἧκε τὴν τῶν Ἱεροσολυμιτῶν πόλιν πολιορκήσων αὐτήν.
110
ὁ δʼ Αἰγύπτιος ἀκούσας ἐν οἷς ἐστιν ὁ σύμμαχος αὐτοῦ Σαχχίας ἀναλαβὼν πολλὴν δύναμιν ἧκεν εἰς τὴν Ἰουδαίαν ὡς λύσων τὴν πολιορκίαν. ὁ δὲ Βαβυλώνιος ἀφίσταται τῶν Ἱεροσολύμων, ἀπαντήσας δὲ τοῖς Αἰγυπτίοις καὶ συμβαλὼν αὐτοῖς τῇ μάχῃ νικᾷ καὶ τρεψάμενος αὐτοὺς εἰς φυγὴν ἐξ ὅλης διώκει τῆς Συρίας.