Kitap 10
111
ὡς δʼ ἀνεχώρησεν ὁ τῶν Βαβυλωνίων βασιλεὺς ἀπὸ τῶν Ἱεροσολύμων, ἐξηπάτησαν οἱ ψευδοπροφῆται τὸν Σαχχίαν λέγοντες οὔτε τὸν Βαβυλώνιον ἔτι αὐτὸν πολεμήσειν καὶ τοὺς ὁμοφύλους, οὓς ἀναστήσειεν ἐκ τῆς οἰκείας εἰς τὴν Βαβυλῶνα, μετὰ πάντων ἀνήξειν τῶν τοῦ ναοῦ σκευῶν, ὧν ἐσύλησεν ὁ βασιλεὺς ἐκ τοῦ νεώ.
112
τἀναντία δὲ τούτων καὶ ἀληθῆ προελθὼν Ἱερεμίας προεφήτευσεν, ὡς ποιοῦσι μὲν κακῶς καὶ ἐξαπατῶσι τὸν βασιλέα, παρὰ δὲ τῶν Αἰγυπτίων οὐδὲν αὐτοῖς ἐστιν ὄφελος, ἀλλὰ νικήσας αὐτοὺς ὁ Βαβυλώνιος ἐπιστρατεύσειν εἰς τὰ Ἱεροσόλυμα μέλλει, καὶ πολιορκήσει τε καὶ τῷ λιμῷ διαφθερεῖ τὸν δῆμον, καὶ τοὺς περιλειφθέντας αἰχμαλώτους ἄξει, καὶ τὰς οὐσίας διαρπάσει, καὶ τὸν ἐν τῷ ναῷ πλοῦτον ἐκφορήσας ἔτι καὶ αὐτὸν ἐμπρήσει καὶ κατασκάψει τὴν πόλιν, καὶ δουλεύσομεν αὐτῷ καὶ τοῖς ἐγγόνοις αὐτοῦ ἐπʼ ἔτη ἑβδομήκοντα.
113
παύσουσι δʼ ἡμᾶς τότε τῆς ὑπʼ αὐτοῖς δουλείας Πέρσαι τε καὶ Μῆδοι καταλύσαντες Βαβυλωνίους, ἀφʼ ὧν εἰς τήνδε ἀπολυθέντες οἰκοδομήσομεν τὸν ναὸν πάλιν καὶ τὰ Ἱεροσόλυμα καταστήσομεν.
114
ταῦτα λέγων ὁ Ἱερεμίας ὑπὸ μὲν τῶν πλειόνων ἐπιστεύετο, οἱ δὲ ἡγεμόνες καὶ οἱ ἀσεβεῖς ὡς ἐξεστηκότα τῶν φρενῶν αὐτὸν οὕτως ἐξεφαύλιζον. δόξαν δὲ αὐτῷ που καὶ εἰς τὴν πατρίδα παραγενέσθαι λεγομένην Ἀναθὼθ σταδίους δʼ ἀπέχουσαν τῶν Ἱεροσολύμων εἴκοσι, συντυχὼν κατὰ τὴν ὁδὸν τῶν ἀρχόντων τις συλλαβὼν κατέσχε συκοφαντῶν ὡς πρὸς τοὺς Βαβυλωνίους αὐτομολοῦντα.
115
ὁ δὲ ψευδῆ μὲν ἐκεῖνον ἔλεγεν αἰτίαν ἐπιφέρειν αὐτῷ, βαδίζειν δʼ αὑτὸν ἔφασκεν εἰς τὴν πατρίδα. ὁ δʼ οὐ πεισθεὶς ἀλλὰ λαβὼν αὐτὸν ἤγαγεν εἰς δίκην πρὸς τοὺς ἄρχοντας, ὑφʼ ὧν πᾶσαν αἰκίαν καὶ βασάνους ὑπομείνας ἐφυλάττετο πρὸς τιμωρίαν. καὶ χρόνον μέν τινα διῆγεν οὕτως ἀδίκως πάσχων τὰ προειρημένα.
116
Ἔτει δʼ ἐνάτῳ τῆς Σαχχίου βασιλείας καὶ ἡμέρᾳ δεκάτῃ τοῦ δεκάτου μηνὸς στρατεύει τὸ δεύτερον ὁ τῶν Βαβυλωνίων βασιλεὺς ἐπὶ τὰ Ἱεροσόλυμα καὶ προσκαθίσας αὐτῇ μῆνας ὀκτωκαίδεκα μετὰ πάσης πολιορκεῖ φιλοτιμίας. συνεπέθετο δὲ εἰς ταὐτὸ πολιορκουμένοις τοῖς Ἱεροσολύμοις δύο τὰ μέγιστα τῶν παθῶν, λιμὸς καὶ φθορὰ λοιμικὴ ἐνσκήψαντα σφοδρῶς.