Kitap 10
arg
ι. ὡς καὶ τοῦτον ἀκούσας βούλεσθαι πρὸς τοὺς Αἰγυπτίους συμμαχίαν ποιήσασθαι καὶ φιλίαν στρατεύσας ἐπὶ τὰ Ἱεροσόλυμα κατὰ κράτος αἱρεῖ τῇ πολιορκίᾳ καὶ τὸν ναὸν ἐμπρήσας τὸν τῶν Ἱεροσολυμιτῶν δῆμον καὶ Σεδεκίαν μετῴκισεν εἰς Βαβυλῶνα.
arg
ια. ὡς Ναβουχοδονόσαρος τελευτήσας διάδοχον καταλείπει τῆς βασιλείας τὸν υἱόν, καὶ ὡς καταλύεται ἡ τούτων ἀρχὴ ὑπὸ Κύρου τοῦ τῶν Περσῶν βασιλέως.
arg
ιβ. ὅσα συνέβη τοῖς Ἰουδαίοις κατὰ τοῦτον τὸν καιρὸν παρὰ τοῖς Βαβυλωνίοις.
arg
περιέχει ἡ βίβλος χρόνον ἐτῶν ρπβ μῆνας ϛ ἡμέρας ι.
1
Ἐζεκίου δὲ τοῦ τῶν δύο φυλῶν βασιλέως τέταρτον ἤδη καὶ δέκατον ἔτος τῆς ἡγεμονίας ἔχοντος ὁ τῶν Βαβυλωνίων βασιλεὺς Σεναχείριμος ὄνομα στρατεύει μετὰ πολλῆς παρασκευῆς ἐπʼ αὐτὸν κατὰ κράτος τε ἁπάσας αἱρεῖ τὰς πόλεις τὰς τῆς Ἰούδα φυλῆς καὶ Βενιαμίτιδος.
2
μέλλοντος δʼ ἄγειν τὴν δύναμιν καὶ ἐπὶ Ἱεροσόλυμα φθάνει πρεσβευσάμενος πρὸς αὐτὸν καὶ ὑπακούσεσθαι καὶ φόρον ὃν ἂν τάξῃ τελέσειν ὑπισχνούμενος. Σεναχείριμος δὲ μαθὼν τὰ παρὰ τῶν πρέσβεων ἔγνω μὴ πολεμεῖν, ἀλλὰ τὴν ἀξίωσιν προσδέχεται καὶ ἀργυρίου μὲν τάλαντα τριακόσια χρυσίου δὲ τριάκοντα λαβὼν φίλος ἀναχωρήσειν ὡμολόγει πίστεις δοὺς τοῖς πρεσβευταῖς ἐνόρκους, ἦ μὴν ἀδικήσας μηδὲν αὐτὸν οὕτως ἀναστρέψειν.
3
ὁ δʼ Ἐζεκίας πεισθεὶς καὶ κενώσας τοὺς θησαυροὺς πέμπει τὰ χρήματα νομίζων ἀπαλλαγήσεσθαι τοῦ πολέμου καὶ τοῦ περὶ τῆς βασιλείας ἀγῶνος.
4
ὁ δὲ Ἀσσύριος λαβὼν ταῦτα τῶν μὲν ὡμολογημένων οὐδὲν ἐφρόντισεν, ἀλλʼ αὐτὸς μὲν ἐστράτευσεν ἐπʼ Αἰγυπτίους καὶ Αἰθίοπας, τὸν δὲ στρατηγὸν Ῥαψάκην μετὰ πολλῆς ἰσχύος σὺν καὶ δυσὶν ἄλλοις τῶν ἐν τέλει κατέλιπε πορθήσοντας τὰ Ἱεροσόλυμα. τούτων δὲ τὰ ὀνόματα Θαρατὰ καὶ Ἀράχαρις ἦν.
5
Ὡς δʼ ἐλθόντες πρὸ τῶν τειχῶν ἐστρατοπεδεύσαντο, πέμψαντες πρὸς τὸν Ἐζεκίαν ἠξίουν αὐτὸν ἐλθεῖν εἰς λόγους. ὁ δὲ αὐτὸς μὲν ὑπὸ δειλίας οὐ πρόεισι, τρεῖς δὲ τοὺς ἀναγκαιοτάτους φίλους αὐτῷ ἐξέπεμψε, τὸν τῆς βασιλείας ἐπίτροπον Ἐλιακίαν ὄνομα καὶ Σουβαναῖον καὶ Ἰώανον τὸν ἐπὶ τῶν ὑπομνημάτων.