Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 10

117 ἐν δὲ τῇ εἱρκτῇ τυγχάνων ὁ προφήτης Ἱερεμίας οὐχ ἡσύχαζεν, ἀλλʼ ἐκεκράγει καὶ ἐκήρυσσε παραινῶν τῷ πλήθει δέξασθαι τὸν Βαβυλώνιον ἀνοίξαντας τὰς πύλας· σωθήσεσθαι γὰρ αὐτοὺς πανοικὶ τοῦτο πράξαντας, εἰ δὲ μή, διαφθαρήσεσθαι.
118 προύλεγεν δʼ ὡς εἰ μὲν ἐπιμένοι τις ἐν τῇ πόλει πάντως ἀπολεῖται θατέρῳ ἢ λιμῷ δαπανηθεὶς ἢ σιδήρῳ τῷ τῶν πολεμίων, εἰ δὲ φύγοι πρὸς τοὺς πολεμίους, διαδράσεται τὸν θάνατον.
119 οὐδὲ ἐν αὐτοῖς δὲ ὄντες τοῖς δεινοῖς ἐπίστευον οἱ ταῦτʼ ἀκούοντες τῶν ἡγεμόνων, ἀλλὰ μετʼ ὀργῆς ἀπήγγελλον ἐλθόντες πρὸς τὸν βασιλέα, καὶ κατηγοροῦντες κατῃτιῶντο κτεῖναι τὸν προφήτην ὡς μεμηνότα καὶ τὰς ψυχὰς αὐτῶν προκατακλῶντα καὶ ταῖς τῶν χειρόνων καταγγελίαις τὸ πρόθυμον ἐκλύοντα τοῦ πλήθους· ἕτοιμον γὰρ εἶναι αὐτὸ ὑπὲρ αὐτοῦ καὶ τῆς πατρίδος κινδυνεῦσαι, ὁ δὲ παρῄνει πρὸς τοὺς πολεμίους φεύγειν ἁλώσεσθαι λέγων τὴν πόλιν καὶ πάντας ἀπολεῖσθαι.
120 Ὁ δὲ βασιλεὺς αὐτὸς μὲν ὑπὸ χρηστότητος καὶ δικαιοσύνης οὐδὲν ἰδίᾳ παρωξύνθη, ἵνα δὲ μὴ τοῖς ἡγεμόσιν ἀπεχθάνηται παρὰ τοιοῦτον καιρὸν ἀντιπράττων αὐτῶν τῇ προαιρέσει, τὸν προφήτην ἐφῆκεν αὐτοῖς ποιεῖν ὅτι ἂν θέλωσιν.
121 ὡς δὲ τοῦτο ἐφέντος αὐτοῖς τοῦ βασιλέως εὐθὺς εἰς τὴν εἱρκτὴν εἰσελθόντες καὶ παραλαβόντες αὐτὸν εἴς τινα λάκκον βορβόρου πλήρη καθίμησαν, ὅπως ἰδίῳ θανάτῳ πνιγεὶς ἀποθάνῃ. ὁ δὲ πρὸ τοῦ αὐχένος ὑπὸ τοῦ πηλοῦ περισχεθεὶς ἐν τούτοις ἦν.
122 τῶν δʼ οἰκετῶν τις τοῦ βασιλέως ἐν τιμῇ τυγχάνων Αἰθίοψ τὸ γένος τὸ περὶ τὸν προφήτην πάθος ἀπήγγειλε τῷ βασιλεῖ φάσκων οὐκ ὀρθῶς ταῦτα τοὺς φίλους καὶ τοὺς ἡγεμόνας αὐτοῦ πεποιηκέναι καταποντίσαντας εἰς βόρβορον τὸν προφήτην καὶ τοῦ διὰ τῶν δεσμῶν θανάτου πικρότερον οὕτως ἐσόμενον ἐπινοήσαντας κατʼ αὐτοῦ.
123 ταῦτʼ ἀκούσας ὁ βασιλεὺς καὶ μετανοήσας ἐν τῷ παραδοῦναι τὸν προφήτην τοῖς ἡγεμόσιν ἐκέλευσε τὸν Αἰθίοπα τριάκοντα τῶν βασιλικῶν παραλαβόντα καὶ σχοίνους καὶ πᾶν ὃ πρὸς τὴν τοῦ προφήτου σωτηρίαν ἐπινοεῖν χρήσιμον μετὰ σπουδῆς ἀνελκύσαι τὸν Ἱερεμίαν. ὁ δʼ Αἰθίοψ παραλαβὼν οὓς ἐπετάγη ἀνέσπασεν ἐκ τοῦ βορβόρου τὸν προφήτην καὶ διαφῆκεν ἀφύλακτον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi