Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 10

137 φρασάντων δὲ τοῦτό τινων αὐτομόλων τοῖς Βαβυλωνίοις ὑπὸ τὸν ὄρθρον ὥρμησαν διώκειν αὐτόν, καταλαβόντες δὲ οὐκ ἄπωθεν Ἱεριχοῦντος ἐκυκλώσαντο αὐτόν· οἱ δὲ φίλοι καὶ οἱ ἡγεμόνες οἱ συμφυγόντες τῷ Σαχχίᾳ ἐπεὶ τοὺς πολεμίους ἐγγὺς ὄντας εἶδον, καταλιπόντες αὐτὸν διεσπάρησαν ἄλλος ἀλλαχοῦ καὶ σώζειν ἑαυτὸν ἕκαστος ἔγνω.
138 περιλειφθέντα τε αὐτὸν σὺν ὀλίγοις ζωγρήσαντες οἱ πολέμιοι μετὰ τῶν τέκνων καὶ τῶν γυναικῶν ἤγαγον πρὸς τὸν βασιλέα. παραγενόμενον δʼ αὐτὸν ὁ Ναβουχοδονόσαρος ἀσεβῆ καὶ παράσπονδον ἀποκαλεῖν ἤρξατο καὶ ἀμνήμονα τῶν πρόσω λόγων, οὓς ἐποιήσατο σώζειν αὐτῷ τὴν χώραν ὑποσχόμενος.
139 ὠνείδιζε δὲ καὶ ἀχαριστίαν παρʼ αὐτοῦ μὲν λαβόντι τὴν βασιλείαν, Ἰωακείμου γὰρ αὐτὴν οὖσαν ἀφελόμενον ἐκείνῳ δοῦναι, χρησαμένῳ δὲ τῇ δυνάμει κατὰ τοῦ παρασχόντος· ἀλλὰ μέγας, εἶπεν, ὁ θεός, ὃς μισήσας σου τὸν τρόπον ὑποχείριον ἡμῖν ἔθηκε.
140 χρησάμενος δὲ τούτοις πρὸς Σαχχίαν τοῖς λόγοις τοὺς υἱοὺς ἐκέλευσεν ἀνελεῖν καὶ τοὺς φίλους παραχρῆμα αὐτοῦ τε Σαχχίου καὶ τῶν ἄλλων αἰχμαλώτων βλεπόντων, ἔπειτα τοὺς ὀφθαλμοὺς ἐκκόψας τοῦ Σαχχίου δήσας ἤγαγεν εἰς Βαβυλῶνα.
141 καὶ ταῦτʼ αὐτῷ συνέβη, ἃ Ἱερεμίας τε καὶ Ἰεζεκίηλος προεφήτευσαν αὐτῷ, ὅτι συλληφθεὶς ἀχθήσεται πρὸς τὸν Βαβυλώνιον καὶ λαλήσει αὐτῷ κατὰ στόμα καὶ ὄψεται τοῖς ὀφθαλμοῖς τοὺς ὀφθαλμοὺς αὐτοῦ. καὶ ταῦτα μὲν Ἱερεμίας εἶπε, τυφλωθεὶς δὲ καὶ ἀχθεὶς εἰς Βαβυλῶνα ταύτην οὐκ εἶδε καθὼς Ἰεζεκίηλος προεῖπε.
142 Ταῦτα μὲν οὖν ἱκανῶς ἐμφανίσαι δυνάμενα τὴν τοῦ θεοῦ φύσιν τοῖς ἀγνοοῦσιν εἰρήκαμεν, ὅτι ποικίλη τέ ἐστι καὶ πολύτροπος καὶ καθʼ ὥραν ἀπαντᾷ τεταγμένως, ἅ τε δεῖ γενέσθαι προλέγει, τήν τε τῶν ἀνθρώπων ἄγνοιαν καὶ ἀπιστίαν, ὑφʼ ἧς οὐδὲν προϊδεῖν εἰάθησαν τῶν ἀποβησομένων, ἀφύλακτοι δὲ ταῖς συμφοραῖς παρεδόθησαν, ὡς ἀμήχανον αὐτοῖς εἶναι τὴν ἐξ αὐτῶν πεῖραν διαφυγεῖν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi