Kitap 10
143
Οἱ μὲν οὖν ἐκ τοῦ Δαυίδου γένους βασιλεύσαντες οὕτως κατέστρεψαν τὸν βίον, εἴκοσι μὲν καὶ εἷς γενόμενοι μέχρι τοῦ τελευταίου βασιλέως, ἔτη δὲ πάντες βασιλεύσαντες πεντακόσια καὶ δεκατέσσαρα καὶ μῆνας ἓξ καὶ ἡμέρας δέκα, ἐξ ὧν εἴκοσι τὴν ἀρχὴν κατέσχεν ὁ πρῶτος αὐτῶν βασιλεὺς Σαοῦλος οὐκ ἐκ τῆς αὐτῆς φυλῆς ὑπάρχων.
144
Ὁ δὲ Βαβυλώνιος πέμπει τὸν αὑτοῦ στρατηγὸν Ναβουζαρδάνην εἰς Ἱεροσόλυμα συλήσοντα τὸν ναόν, προστάξας ἅμα καὶ καταπρῆσαι αὐτόν τε καὶ τὰ βασίλεια τήν τε πόλιν εἰς ἔδαφος καθελεῖν καὶ τὸν λαὸν εἰς τὴν Βαβυλωνίαν μεταστῆσαι.
145
ὃς γενόμενος ἐν τοῖς Ἱεροσολύμοις ἑνδεκάτῳ ἔτει τῆς Σαχχίου βασιλείας συλᾷ τε τὸν ναὸν καὶ βαστάζει τὰ σκεύη τοῦ θεοῦ χρυσᾶ τε καὶ ἀργυρᾶ καὶ δὴ καὶ τὸν μέγαν λουτῆρα, ὃν Σολόμων ἀνέθηκεν, ἔτι γε μὴν τοὺς στύλους τοὺς χαλκοῦς καὶ τὰς κεφαλὰς αὐτῶν τάς τε χρυσᾶς τραπέζας καὶ τὰς λυχνίας.
146
βαστάσας δὴ ταῦτα ἀνῆψε τὸν ναὸν μηνὶ πέμπτῳ τῇ νουμηνίᾳ ἑνδεκάτῳ ἔτει τῆς Σαχχίου βασιλείας, ὀκτωκαιδεκάτῳ δὲ τῆς Ναβουχοδονοσόρου· ἐνέπρησε δὲ καὶ τὰ βασίλεια καὶ τὴν πόλιν κατέστρεψεν.
147
ἐνεπρήσθη δὲ ὁ ναὸς μετὰ τετρακόσια ἔτη καὶ ἑβδομήκοντα καὶ μῆνας ἓξ καὶ δέκα ἡμέρας, ἀφʼ οὗ κατεσκευάσθη· τῇ δʼ ἐξ Αἰγύπτου μεταναστάσει τοῦ λαοῦ τότε ἦν ἔτη χίλια ἑξηκονταδύο μῆνες ἓξ ἡμέραι δέκα· τῷ δὲ κατακλυσμῷ μέχρι τῆς τοῦ ναοῦ πορθήσεως χρόνος ἦν ὁ πᾶς ἐτῶν χιλίων ἐνακοσίων πεντηκονταεπτὰ μηνῶν ἓξ ἡμερῶν δέκα·
148
ἐξ οὗ δʼ ἐγεννήθη ὁ Ἄδαμος μέχρι τῶν περὶ τὸν ναὸν συμβάντων ἔτη ἐστὶ τετρακισχίλια πεντακόσια δεκατρία μῆνες ἓξ ἡμέραι δέκα. τοσοῦτον μὲν οὖν τὸ τούτων τῶν ἐτῶν πλῆθος· ὅσα γε μὴν ἐπράχθη καθʼ ἕκαστον τῶν συμβεβηκότων δεδηλώκαμεν.
149
ὁ δὲ στρατηγὸς τοῦ Βαβυλωνίων βασιλέως κατασκάψας τὰ Ἱεροσόλυμα καὶ τὸν λαὸν μεταναστήσας ἔλαβεν αἰχμαλώτους τὸν ἀρχιερέα Σεβαῖον καὶ τὸν μετʼ αὐτὸν ἱερέα Σεφενίαν καὶ τοὺς φυλάσσοντας τὸ ἱερὸν ἡγεμόνας, τρεῖς δὲ ἦσαν οὗτοι, καὶ τὸν ἐπὶ τῶν ὁπλιτῶν εὐνοῦχον καὶ τοὺς φίλους τοῦ Σαχχίου ἑπτὰ καὶ τὸν γραμματέα αὐτοῦ καὶ ἄλλους ἡγεμόνας ἑξήκοντα, οὓς ἅπαντας μεθʼ ὧν ἐσύλησε σκευῶν ἐκόμισε πρὸς τὸν βασιλέα εἰς Σαλάβαθα πόλιν τῆς Συρίας.