Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 10

208 τὸ μὲν οὖν ὄναρ, ὅπερ εἶδες, τοῦτʼ ἔστιν, ἡ δὲ κρίσις αὐτοῦ τοῦτον ἔχει τὸν τρόπον· ἡ μὲν χρυσῆ κεφαλὴ σέ τε ἐδήλου καὶ τοὺς πρὸ σοῦ βασιλέας Βαβυλωνίους ὄντας· αἱ δὲ χεῖρες καὶ οἱ ὦμοι σημαίνουσιν ὑπὸ δύο καταλυθήσεσθαι βασιλέων τὴν ἡγεμονίαν ὑμῶν·
209 τὴν δὲ ἐκείνων ἕτερός τις ἀπὸ τῆς δύσεως καθαιρήσει χαλκὸν ἠμφιεσμένος, καὶ ταύτην ἄλλη παύσει τὴν ἰσχὺν ὁμοία σιδήρῳ καὶ κρατήσει δὲ εἰς ἅπαντα διὰ τὴν τοῦ σιδήρου φύσιν· εἶναι γὰρ αὐτὴν στερροτέραν τῆς τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου καὶ τοῦ χαλκοῦ.
210 ἐδήλωσε δὲ καὶ περὶ τοῦ λίθου Δανίηλος τῷ βασιλεῖ, ἀλλʼ ἐμοὶ μὲν οὐκ ἔδοξε τοῦτο ἱστορεῖν τὰ παρελθόντα καὶ τὰ γεγενημένα συγγράφειν οὐ τὰ μέλλοντα ὀφείλοντι, εἰ δέ τις τῆς ἀκριβείας γλιχόμενος οὐ περιίσταται πολυπραγμονεῖν, ὡς καὶ περὶ τῶν ἀδήλων τί γενήσεται βούλεσθαι μαθεῖν, σπουδασάτω τὸ βιβλίον ἀναγνῶναι τὸ Δανιήλου· εὑρήσει δὲ τοῦτο ἐν τοῖς ἱεροῖς γράμμασιν.
211 Ὁ δὲ βασιλεὺς Ναβουχοδονόσαρος ἀκηκοὼς ταῦτα καὶ ἐπιγνοὺς τὸ ὄναρ ἐξεπλάγη τὴν τοῦ Δανιήλου φύσιν καὶ πεσὼν ἐπὶ πρόσωπον, ᾧ τρόπῳ τὸν θεὸν προσκυνοῦσι, τούτῳ τὸν Δανίηλον ἠσπάζετο·
212 καὶ θύειν δὲ ὡς θεῷ προσέταξεν, οὐ μὴν ἀλλὰ καὶ τὴν προσηγορίαν αὐτῷ τοῦ ἰδίου θεοῦ θέμενος ἁπάσης ἐπίτροπον τῆς βασιλείας ἐποίησε καὶ τοὺς συγγενεῖς αὐτοῦ, οὓς ὑπὸ φθόνου καὶ βασκανίας εἰς κίνδυνον ἐμπεσεῖν συνέβη τῷ βασιλεῖ προσκρούσαντας ἐξ αἰτίας τοιαύτης·
213 ὁ βασιλεὺς κατασκευάσας χρύσεον ἀνδριάντα πηχῶν τὸ μὲν ὕψος ἑξήκοντα τὸ πλάτος δὲ ἕξ, στήσας αὐτὸν ἐν τῷ μεγάλῳ τῆς Βαβυλῶνος πεδίῳ καὶ μέλλων καθιεροῦν αὐτὸν συνεκάλεσεν ἐξ ἁπάσης ἧς ἦρχε γῆς τοὺς πρώτους πρῶτον αὐτοῖς προστάξας, ὅταν σημαινούσης ἀκούσωσι τῆς σάλπιγγος, τότε πεσόντας προσκυνεῖν τὸν ἀνδριάντα· τοὺς δὲ μὴ ποιήσαντας ἠπείλησεν εἰς τὴν τοῦ πυρὸς ἐμβληθῆναι κάμινον.
214 πάντων οὖν μετὰ τὸ σημαινούσης ἐπακοῦσαι τῆς σάλπιγγος προσκυνούντων τὸν ἀνδριάντα τοὺς Δανιήλου συγγενεῖς οὐ ποιῆσαι τοῦτό φασι μὴ βουληθέντας παραβῆναι τοὺς πατρίους νόμους. καὶ οἱ μὲν ἐλεγχθέντες εὐθὺς εἰς τὸ πῦρ ἐμβληθέντες θείᾳ σώζονται προνοίᾳ καὶ παραδόξως διαφεύγουσι τὸν θάνατον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi