Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 10

227 καὶ Μεγασθένης δὲ ἐν τῇ τετάρτῃ τῶν Ἰνδικῶν μνημονεύει αὐτῶν διʼ ἧς ἀποφαίνειν πειρᾶται τοῦτον τὸν βασιλέα τῇ ἀνδρείᾳ καὶ τῷ μεγέθει τῶν πράξεων ὑπερβεβηκότα τὸν Ἡρακλέα· καταστρέψασθαι γὰρ αὐτόν φησι Λιβύης τὴν πολλὴν καὶ Ἰβηρίαν.
228 καὶ Διοκλῆς δʼ ἐν τῇ δευτέρᾳ τῶν Περσικῶν μνημονεύει τούτου τοῦ βασιλέως καὶ Φιλόστρατος ἐν ταῖς Ἰνδικαῖς καὶ Φοινικικαῖς ἱστορίαις, ὅτι οὗτος ὁ βασιλεὺς ἐπολιόρκησε τὴν Τύρον ἔτεσι τρισὶ καὶ δέκα βασιλεύοντος κατʼ ἐκεῖνον τὸν καιρὸν Ἰθωβάλου τῆς Τύρου. καὶ τὰ μὲν ὑπὸ πάντων ἱστορούμενα περὶ τούτου τοῦ βασιλέως ταῦτα ἦν.
229 Μετὰ δὲ τὴν Ναβουχοδονοσόρου τελευτὴν Ἀβιλμαθαδάχος ὁ παῖς αὐτοῦ τὴν βασιλείαν παραλαμβάνει, ὃς εὐθὺς τὸν τῶν Ἱεροσολύμων βασιλέα Ἰεχονίαν τῶν δεσμῶν ἀφεὶς ἐν τοῖς ἀναγκαιοτάτοις τῶν φίλων εἶχε πολλὰς αὐτῷ δωρεὰς δοὺς καὶ ποιήσας αὐτὸν ἐπὶ τῶν ἐν τῇ Βαβυλωνίᾳ βασιλέων·
230 ὁ γὰρ πατὴρ αὐτοῦ τὴν πίστιν οὐκ ἐφύλαξεν Ἰεχονίᾳ παραδόντι μετὰ γυναικῶν καὶ τέκνων καὶ τῆς συγγενείας ὅλης ἑκουσίως αὑτὸν ὑπὲρ τῆς πατρίδος, ὡς ἂν μὴ κατασκαφείη ληφθεῖσα ὑπὸ τῆς πολιορκίας, καθὼς προειρήκαμεν.
231 τελευτήσαντος δὲ Ἀβιλμαθαδάχου μετὰ ἔτη ὀκτωκαίδεκα τῆς βασιλείας Ἠγλίσαρος ὁ παῖς αὐτοῦ τὴν ἀρχὴν παραλαμβάνει, καὶ κατασχὼν αὐτὴν ἔτη τεσσαράκοντα καταστρέφει τὸν βίον. μετὰ δʼ αὐτὸν εἰς τὸν υἱὸν αὐτοῦ Λαβοσόρδαχον ἀφικνεῖται τῆς βασιλείας ἡ διαδοχή, καὶ μῆνας ποιήσασα παρʼ αὐτῷ τοὺς πάντας ἐννέα τελευτήσαντος αὐτοῦ μεταβαίνει πρὸς Βαλτασάρην τὸν καλούμενον Ναβοάνδηλον παρὰ τοῖς Βαβυλωνίοις.
232 ἐπὶ τοῦτον στρατεύουσι Κῦρός τε ὁ Περσῶν βασιλεὺς καὶ Δαρεῖος ὁ Μήδων. καὶ πολιορκουμένων τοὺς ἐν Βαβυλῶνι θαυμάσιόν τι καὶ τεράστιον θέαμα συνέβη· κατέκειτο δειπνῶν καὶ πίνων ἐν οἴκῳ μεγάλῳ καὶ πρὸς ἑστιάσεις πεποιημένῳ βασιλικὰς μετὰ τῶν παλλακίδων καὶ τῶν φίλων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi