Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 10

17 ὀλίγου δὲ χρόνου διελθόντος καὶ ὁ τῶν Ἀσσυρίων βασιλεὺς διαμαρτὼν τῆς ἐπὶ τοὺς Αἰγυπτίους ἐπιβολῆς ἄπρακτος ἀνεχώρησεν ἐπʼ οἴκου διʼ αἰτίαν τοιαύτην· πολὺς αὐτῷ χρόνος ἐτρίβετο πρὸς τὴν Πηλουσίου πολιορκίαν, καὶ τῶν χωμάτων ἤδη μετεώρων ὄντων, ἃ πρὸς τοῖς τείχεσιν ἤγειρε, καὶ ὅσον οὔπω μέλλοντος προσβαλεῖν αὐτοῖς, ἀκούει τὸν τῶν Αἰθιόπων βασιλέα Θαρσικὴν πολλὴν ἄγοντα δύναμιν ἐπὶ συμμαχίᾳ τοῖς Αἰγυπτίοις ἥκειν διεγνωκότα ποιήσασθαι τὴν πορείαν διὰ τῆς ἐρήμου καὶ ἐξαίφνης εἰς τὴν τῶν Ἀσσυρίων ἐμβαλεῖν.
18 ταραχθεὶς οὖν ὑπὸ τούτων ὁ βασιλεὺς Σεναχείριμος ἐπὶ τὸν ἱερέα τὸν Ἡφαίστου στρατεῦσαι ἔλεγεν ὡς οὗτος ὁ βασιλεὺς ἐπὶ τὸν τῶν Αἰγυπτίων ἔλθοι βασιλέα ἱερέα ὄντα τοῦ Ἡφαίστου, πολιορκῶν δὲ τὸ Πηλούσιον ἔλυσε τὴν πολιορκίαν ἐξ αἰτίας τοιαύτης· ηὔξατο ὁ βασιλεὺς τῶν Αἰγυπτίων τῷ θεῷ, ᾧ γενόμενος ἐπήκοος ὁ θεὸς πληγὴν ἐνσκήπτει τῷ Ἄραβι·
19 πλανᾶται γὰρ κἀν τούτῳ οὐκ Ἀσσυρίων λέγων τὸν βασιλέα ἀλλʼ Ἀράβων· μυῶν γὰρ πλῆθός φησι μιᾷ νυκτὶ τὰ τόξα καὶ τὰ λοιπὰ ὅπλα διαφαγεῖν τῶν Ἀσσυρίων, καὶ διὰ τοῦτο μὴ ἔχοντα τόξα τὸν βασιλέα τὴν στρατιὰν ἀπάγειν ἀπὸ τοῦ Πηλουσίου.
20 καὶ Ἡρόδοτος μὲν οὕτως ἱστορεῖ, Βηρωσὸς δὲ ὁ τὰ Χαλδαϊκὰ συγγραψάμενος μνημονεύει τοῦ βασιλέως τοῦ Σεναχειρίμου, καὶ ὅτι τῶν Ἀσσυρίων ἦρχε καὶ ὅτι πάσῃ ἐπεστρατεύσατο τῇ Ἀσίᾳ καὶ τῇ Αἰγύπτῳ λέγων οὕτως·
21 Ὑποστρέψας δʼ ὁ Σεναχείριμος ἀπὸ τῶν Αἰγυπτίων πολέμων εἰς τὰ Ἱεροσόλυμα, καταλαβὼν ἐκεῖ τὴν ὑπὸ τῷ στρατηγῷ Ῥαψάκῃ δύναμιν τοῦ θεοῦ λοιμικὴν ἐνσκήψαντος αὐτοῦ τῷ στρατῷ νόσον κατὰ τὴν πρώτην νύκτα τῆς πολιορκίας διαφθείρονται μυριάδες ὀκτωκαίδεκα καὶ πεντακισχίλιοι σὺν ἡγεμόσι καὶ ταξιάρχαις.
22 ὑπὸ ταύτης δὲ τῆς συμφορᾶς εἰς φόβον καὶ δεινὴν ἀγωνίαν καταστὰς καὶ δείσας περὶ τῷ στρατῷ παντὶ φεύγει μετὰ τῆς λοιπῆς δυνάμεως εἰς τὴν αὑτοῦ βασιλείαν τὴν Νίνου προσαγορευθεῖσαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi