Kitap 10
29
ἐρωτήσαντος δʼ αὐτὸν τί βούλεται σημεῖον γενέσθαι, τὸν ἥλιον ἠξίωσεν, ἐπειδὴ σκιὰν ἐπὶ δέκα βαθμοὺς ἀποκλίνας ἤδη πεποίηκεν ἐν τῇ οἰκίᾳ, ἐπὶ τὸν αὐτὸν ἀναστρέψαι τόπον ποιήσας αὐτὴν πάλιν παρασχεῖν. τοῦ δὲ προφήτου τὸν θεὸν παρακαλέσαντος, ὥστε τὸ σημεῖον τοῦτʼ ἐπιδεῖξαι τῷ βασιλεῖ, ἰδὼν ὅπερ ἤθελεν εὐθὺς λυθεὶς τῆς νόσου ἄνεισιν εἰς τὸ ἱερὸν καὶ τῷ θεῷ προσκυνήσας εὐχὰς ἐποιήσατο.
30
Ἐν τούτῳ δὲ τῷ χρόνῳ συνέβη τὴν τῶν Ἀσσυρίων ἀρχὴν ὑπὸ Μήδων καταλυθῆναι· δηλώσω δὲ περὶ τούτων ἐν ἑτέροις. ὁ δὲ τῶν Βαβυλωνίων βασιλεὺς Βαλάδας ὄνομα πέμψας πρὸς τὸν Ἐζεκίαν πρέσβεις δῶρα κομίζοντας σύμμαχόν τε αὐτὸν εἶναι παρεκάλει καὶ φίλον.
31
ὁ δὲ τοὺς πρεσβευτὰς ἡδέως ἀποδεξάμενος ἑστιασάμενός τε καὶ τοὺς θησαυροὺς ἐπιδείξας αὐτοῖς καὶ τὴν τῶν ὅπλων παρασκευὴν καὶ τὴν ἄλλην πολυτέλειαν, ὅσην ἐν λίθοις εἶχε καὶ χρυσῷ, δῶρά τε δοὺς κομίζειν τῷ Βαλάδῳ πρὸς αὐτὸν ἀπέλυσεν.
32
Ἡσαΐου δὲ τοῦ προφήτου πρὸς αὐτὸν ἀφικομένου καὶ πυνθανομένου πόθεν εἶεν οἱ παρόντες, ἐκ Βαβυλῶνος ἔλεγε παρὰ τοῦ θεοῦ ἐλθεῖν αὐτούς· ἐπιδεῖξαι δὲ πάντʼ αὐτοῖς, ὅπως ἰδόντες τὸν πλοῦτον καὶ τὴν δύναμιν ἐκ τούτου στοχαζόμενοι σημαίνειν ἔχωσι τῷ βασιλεῖ. ὁ δὲ προφήτης ὑποτυχών ἴσθι
33
, φησίν, οὐ μετʼ ὀλίγον χρόνον εἰς Βαβυλῶνά σου τοῦτον μετατεθησόμενον τὸν πλοῦτον καὶ τοὺς ἐκγόνους εὐνουχισθησομένους καὶ ἀπολέσαντας τὸ ἄνδρας εἶναι τῷ Βαβυλωνίῳ δουλεύσοντας βασιλεῖ· ταῦτα γὰρ προλέγειν τὸν θεόν.
34
ὁ δʼ Ἐζεκίας λυπηθεὶς ἐπὶ τοῖς εἰρημένοις ἔφη μὲν οὐκ ἂν βούλεσθαι τοιαύταις συμφοραῖς τὸ ἔθνος αὐτοῦ περιπεσεῖν, ἐπεὶ δʼ οὐκ εἶναι δυνατὸν τὰ τῷ θεῷ δεδογμένα μεταβαλεῖν, ηὔχετο μέχρι τῆς αὐτοῦ ζωῆς εἰρήνην ὑπάρξαι. μνημονεύει δὲ τοῦ τῶν Βαβυλωνίων βασιλέως Βαλαδᾶ Βηρωσός.