Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 10

41 ὁ δὲ Μανασσῆς τότε συνεὶς ἐν οἵοις κακοῖς ἐστι καὶ πάντων ἑαυτὸν αἴτιον νομίζων ἐδεῖτο τοῦ θεοῦ παρέχειν αὐτῷ φιλάνθρωπον καὶ ἐλεήμονα τὸν πολέμιον. χαρίζεται τοῦτο τῆς ἱκεσίας ἐπακούσας ὁ θεὸς αὐτῷ καὶ πάλιν εἰς τὴν οἰκείαν ὁ Μανασσῆς ἀπολυθεὶς ὑπὸ τοῦ τῶν Βαβυλωνίων βασιλέως ἀνασώζεται.
42 γενόμενος δʼ εἰς τὰ Ἱεροσόλυμα τῶν μὲν προτέρων ἁμαρτημάτων περὶ τὸν θεὸν καὶ τὴν μνήμην ἐσπούδαζεν, εἰ δυνατὸν αὐτῷ γένοιτο, τῆς ψυχῆς ἐκβαλεῖν, ὧν ἐπιβουλεύειν ὥρμησε καὶ πάσῃ χρῆσθαι περὶ αὐτὸν δεισιδαιμονίᾳ· καὶ τὸν ναὸν ἥγνισε καὶ τὴν πόλιν ἐκάθηρε καὶ πρὸς μόνῳ τὸ λοιπὸν ἦν τῷ χάριν τε τῆς σωτηρίας ἐκτείνειν τῷ θεῷ καὶ διατηρεῖν αὐτὸν εὐμενῆ παρʼ ὅλον τὸν βίον.
43 τὰ δὲ αὐτὰ πράττειν καὶ τὸ πλῆθος ἐδίδασκε μεμαθηκώς, οἵᾳ παρὰ μικρὸν ἐχρήσατο συμφορᾷ διὰ τὴν ἐναντίαν πολιτείαν. ἐπισκευάσας δὲ καὶ τὸν βωμὸν τὰς νομίμους θυσίας ἐπετέλει, καθὼς διέταξε Μωυσῆς.
44 διοικησάμενος δὲ τὰ περὶ τὴν θρησκείαν ὃν δεῖ τρόπον καὶ τῆς τῶν Ἱεροσολύμων ἀσφαλείας προενόησεν, ὥστε τὰ παλαιὰ τείχη μετὰ πολλῆς ἐπισκευάσας σπουδῆς καὶ ἕτερον αὐτοῖς ἐπιβαλεῖν, ἀναστῆσαί τε καὶ πύργους ὑψηλοτάτους τά τε πρὸ τῆς πόλεως φρούρια τοῖς τʼ ἄλλοις καὶ δὴ καὶ σιτίων πάντων τῶν εἰς αὐτὰ χρησίμων ὀχυρώτερα ποιῆσαι.
45 ἀμέλει δὲ τῇ πρὸς ταῦτα μεταβολῇ χρησάμενος οὕτω τὸν μεταξὺ διῆγε βίον, ὡς μακαριστὸς εἶναι καὶ ζηλωτὸς ἐκείνου τοῦ χρόνου λογιζομένου, ἀφʼ οὗ τὸν θεὸν εὐσεβεῖν ἤρξατο.
46 ζήσας οὖν ἔτη ἑξήκοντα ἑπτὰ κατέστρεψε τὸν βίον βασιλεύσας ἔτη πέντε καὶ πεντήκοντα. καὶ θάπτεται μὲν αὐτὸς ἐν τοῖς αὐτοῦ παραδείσοις, ἡ βασιλεία δὲ εἰς τὸν υἱὸν αὐτοῦ παραγίνεται Ἀμμῶνα μητρὸς Ἐμασέλμης μὲν ὄνομα τετυχηκότα, ἐκ δὲ πόλεως Ἰαζαβάτης ὑπαρχούσης.
47 Οὗτος μιμησάμενος τὰ τοῦ πατρὸς ἔργα, ἃ νέος ὢν ἐκεῖνος ἐτόλμησεν, ἐπιβουλευθεὶς ὑπὸ τῶν ἰδίων οἰκετῶν ἀπέθανεν ἐπὶ τῆς οἰκίας τῆς αὑτοῦ βιώσας ἔτη τέσσαρα καὶ εἴκοσι, βασιλεύσας δʼ ἐξ αὐτῶν δύο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi