Kitap 11
arg
Ὡς Κῦρος ὁ Περσῶν βασιλεὺς τοὺς Ἰουδαίους ἀπολύσας ἐκ Βαβυλῶνος εἰς τὴν οἰκείαν ἐπέτρεψεν αὐτοῖς οἰκοδομῆσαι τὸν ναὸν δοὺς αὐτοῖς χρήματα.
arg
ὅτι διεκώλυσαν αὐτοὺς οἱ τοῦ βασιλέως ἡγεμόνες κατασκευάσαι τὸ ἱερὸν ἐμποδὼν γενόμενοι τοῖς ἔργοις.
arg
ὡς Κύρου τελευτήσαντος Καμβύσης ὁ παῖς αὐτοῦ παραλαβὼν τὴν ἡγεμονίαν ἐκ παντὸς ἀπηγόρευσε τοῖς Ἰουδαίοις οἰκοδομῆσαι τὸν ναόν.
arg
ὅτι Δαρεῖος ὁ Ὑστάσπεω βασιλεύσας Περσῶν ἐτίμησεν τὸ τῶν Ἰουδαίων ἔθνος καὶ τὸν ναὸν αὐτῶν ἀνῳκοδόμησεν.
arg
ὡς μετ' αὐτὸν καὶ ὁ παῖς αὐτοῦ Ξέρξης οἰκείως πρὸς τοὺς Ἰουδαίους διετέθη.
arg
ὅτι βασιλεύοντος Ἀρταξέρξου Ἰουδαίων πᾶν τὸ ἔθνος ἐκινδύνευσεν.
arg
ὡς Βαγώας ὁ Ἀρταξέρξου τοῦ νεωτέρου στρατηγὸς πολλὰ εἰς τοὺς Ἰουδαίους ἐξύβρισεν.
arg
ὡς ὁ Μακεδόνων βασιλεὺς Ἀλέξανδρος εὐεργέτησεν αὐτοὺς κρατήσας τῆς Ἰουδαίας.
arg
περιέχει ἡ βίβλος χρόνον ἐτῶν σμγ μηνῶν ε.
1
Τῷ δὲ πρώτῳ τῆς Κύρου βασιλείας ἔτει, τοῦτο δʼ ἦν ἑβδομηκοστὸν ἀφʼ ἧς ἡμέρας μεταναστῆναι τὸν λαὸν ἡμῶν ἐκ τῆς οἰκείας εἰς Βαβυλῶνα συνέπεσεν, ἠλέησεν ὁ θεὸς τὴν αἰχμαλωσίαν καὶ τὴν συμφορὰν ἐκείνων τῶν ταλαιπώρων, καὶ καθὼς προεῖπεν αὐτοῖς διὰ Ἱερεμίου τοῦ προφήτου πρὶν ἢ κατασκαφῆναι τὴν πόλιν,
2
ὡς μετὰ τὸ δουλεῦσαι Ναβουχοδονοσόρῳ καὶ τοῖς ἐκγόνοις αὐτοῦ καὶ ταύτην ὑπομεῖναι τὴν δουλείαν ἐπὶ ἔτη ἑβδομήκοντα πάλιν αὐτοὺς εἰς τὴν πάτριον ἀποκαταστήσει γῆν καὶ τὸν ναὸν οἰκοδομήσουσι καὶ τῆς ἀρχαίας ἀπολαύσουσιν εὐδαιμονίας, ταῦτʼ αὐτοῖς παρέσχεν.
3
παρορμήσας γὰρ τὴν Κύρου ψυχὴν ἐποίησεν αὐτὸν γράψαι κατὰ πᾶσαν τὴν Ἀσίαν, ὅτι Κῦρος ὁ βασιλεὺς λέγει· ἐπεί με ὁ θεὸς ὁ μέγιστος τῆς οἰκουμένης ἀπέδειξε βασιλέα, πείθομαι τοῦτον εἶναι, ὃν τὸ τῶν Ἰσραηλιτῶν ἔθνος προσκυνεῖ.
4
καὶ γὰρ τοὐμὸν προεῖπεν ὄνομα διὰ τῶν προφητῶν, καὶ ὅτι τὸν ναὸν αὐτοῦ οἰκοδομήσω ἐν Ἱεροσολύμοις ἐν τῇ Ἰουδαίᾳ χώρᾳ.
5
Ταῦτα δʼ ἔγνω Κῦρος ἀναγινώσκων τὸ βιβλίον, ὃ τῆς αὐτοῦ προφητείας ὁ Ἡσαΐας κατέλιπεν πρὸ ἐτῶν διακοσίων καὶ δέκα· οὗτος γὰρ ἐν ἀπορρήτῳ εἶπε ταῦτα λέγειν τὸν θεόν, ὅτι βούλομαι Κῦρον ἐγὼ πολλῶν ἐθνῶν καὶ μεγάλων ἀποδείξας βασιλέα πέμψαι μου τὸν λαὸν εἰς τὴν ἰδίαν γῆν καὶ οἰκοδομῆσαί μου τὸν ναόν.