Kitap 11
67
ἔπειτα τοὺς ἀναβησομένους εἰς τὰ Ἱεροσόλυμα ἡγεμόνας ἐκ τῶν πατρίων φυλῶν σὺν γυναιξὶ καὶ τέκνοις καὶ ὑποζυγίοις ἐπελέξαντο, οἳ Δαρείου συμπέμψαντος ἕως τῶν Ἱεροσολύμων ὥδευον μετὰ χαρᾶς καὶ τρυφῆς, ψαλλόμενοι καὶ καταυλούμενοι καὶ περιψοφούμενοι τοῖς κυμβάλοις. προέπεμπε δὲ αὐτοὺς καὶ τὸ ὑπολειπόμενον τῶν Ἰουδαίων πλῆθος μετὰ παιδιᾶς.
68
Καὶ οἱ μὲν οὕτως ἀπῄεσαν ἐξ ἑκάστης πατριᾶς ἀριθμὸς ὄντες ὡρισμένος. ἐμοὶ δὲ οὐκ ἔδοξε τὰ τῶν πατριῶν καταλέγειν ὀνόματα, ἵνα μὴ τὴν τῶν ἀναγινωσκόντων διάνοιαν τῆς συναφῆς τῶν πραγμάτων ἀποσπάσας δυσπαρακολούθητον αὐτοῖς ποιήσω τὴν διήγησιν.
69
τὸ δὲ κεφάλαιον τῶν ἀπερχομένων περὶ ἔτη δώδεκα τὴν ἡλικίαν γεγονότων ἐκ τῆς Ἰούδα φυλῆς καὶ Βενιαμίτιδος ἦν μυριάδες τετρακόσιαι ἑξηκονταδύο καὶ ὀκτακισχίλιοι, Λευῖται δὲ τέσσαρες καὶ ἑβδομήκοντα, γυναικῶν δὲ ἀναμὶξ καὶ νηπίων σώματα ἦν τετρακισμύρια ἑπτακόσια τεσσαρακονταδύο.
70
πάρεξ δὲ τούτων Λευῖται μὲν ἦσαν ὑμνῳδοὶ ἑκατὸν εἰκοσιοκτώ, πυλωροὶ δὲ ἑκατὸν δέκα, δοῦλοι δὲ ἱεροὶ τριακόσιοι ἐνενηκονταδύο, ἄλλοι τε πρὸς τούτοις λέγοντες μὲν εἶναι τῶν Ἰσραηλιτῶν οὐ δυνάμενοι δὲ ἐπιδεῖξαι τὸ γένος αὐτῶν ἑξακόσιοι πεντηκονταδύο.
71
ἐξεβλήθησαν δὲ καὶ τῶν ἱερέων ἐκ τῆς τιμῆς ἠγμένοι γυναῖκας, ὧν οὔτʼ αὐτοὶ τὸ γένος εἶχον εἰπεῖν οὔτʼ ἐν ταῖς γενεαλογίαις τῶν Λευιτῶν καὶ ἱερέων εὑρέθησαν· ἦσαν δὲ ὡς πεντακόσιοι καὶ πέντε καὶ εἴκοσι.
72
τὸ δὲ τῶν θεραπόντων πλῆθος εἵπετο τοῖς ἀναβαίνουσιν εἰς Ἱεροσόλυμα ἑπτακισχιλίων τριακοσίων τριακονταεπτά, ψάλται δὲ καὶ ψάλτριαι διακόσιοι τεσσαρακονταπέντε, κάμηλοι τετρακόσιαι τριακονταπέντε, ὑποζύγια πεντακισχίλια πεντακόσια εἰκοσιπέντε.
73
ἡγεμὼν δὲ τῆς κατηριθμημένης πληθύος ἦν ὁ Σαλαθιήλου παῖς Ζοροβάβηλος ἐκ τῶν υἱῶν ὢν τῶν Δαυίδου γεγονὼς ἐκ τῆς Ἰούδα φυλῆς, καὶ Ἰησοῦς υἱὸς Ἰωσεδέκου τοῦ ἀρχιερέως. πρὸς τούτοις ὁ Μαρδοχαῖος καὶ Σερεβαῖος ἐκ τοῦ πλήθους κεκριμένοι ἄρχοντες ἦσαν, οἳ καὶ συνεβάλοντο μνᾶς μὲν χρυσίου ἑκατὸν ἀργύρου δὲ πεντακισχιλίας.