Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 11

74 οὕτως μὲν οὖν οἵ τε ἱερεῖς καὶ οἱ Λευῖται καὶ μέρος τι τοῦ παντὸς λαοῦ τῶν Ἰουδαίων, ὃς ἦν ἐν τῇ Βαβυλῶνι, κατῳκίσθησαν εἰς τὰ Ἱεροσόλυμα· τὸ δὲ ἄλλο πλῆθος εἰς τὰς ἰδίας ἀνεχώρησεν πατρίδας.
75 Ἑβδόμῳ δὲ μηνὶ τῆς ἀπὸ Βαβυλῶνος αὐτῶν ἐξόδου περιπέμψαντες ὅ τε ἀρχιερεὺς Ἰησοῦς καὶ Ζοροβάβηλος ὁ ἄρχων τοὺς ἀπὸ τῆς χώρας συνήγαγον εἰς Ἱεροσόλυμα πανδημεὶ μηδὲν προθυμίας ἀπολιπόντες,
76 κατεσκεύασάν τε θυσιαστήριον ἐφʼ οὗ καὶ πρότερον ἦν ᾠκοδομημένον τόπου, ὅπως τὰς νομίμους ἀναφέρωσι θυσίας ἐπʼ αὐτοῦ τῷ θεῷ κατὰ τοὺς Μωυσέως νόμους. ταῦτα δὲ ποιοῦντες οὐκ ἦσαν ἐν ἡδονῇ τοῖς προσχωρίοις ἔθνεσιν πάντων αὐτοῖς ἀπεχθανομένων.
77 ἤγαγον δὲ καὶ τὴν σκηνοπηγίαν κατʼ ἐκεῖνον τὸν καιρόν, ὡς ὁ νομοθέτης περὶ αὐτῆς διετάξατο, καὶ προσφορὰς μετὰ ταῦτα καὶ τοὺς καλουμένους ἐνδελεχισμοὺς καὶ τὰς θυσίας τῶν σαββάτων καὶ πασῶν τῶν ἁγίων ἑορτῶν, οἵ τε πεποιημένοι τὰς εὐχὰς ἀπεδίδοσαν θύοντες ἀπὸ νουμηνίας τοῦ ἑβδόμου μηνός.
78 ἤρξαντο δὲ καὶ τῆς οἰκοδομίας τοῦ ναοῦ πολλὰ τοῖς τε λατόμοις καὶ τέκτοσι χρήματα δόντες καὶ τὰ πρὸς τροφὴν τῶν εἰσαγομένων, τοῖς τε Σιδωνίοις ἡδὺ καὶ κοῦφον ἦν τά τε κέδρινα κατάγουσιν ἐκ τοῦ Λιβάνου ξύλα δήσασιν αὐτὰ καὶ σχεδίαν πηξαμένοις εἰς τὸν τῆς Ἰόππης κομίζειν λιμένα· τοῦτο γὰρ πρῶτος μὲν Κῦρος ἐκέλευσεν, τότε δὲ Δαρείου κελεύσαντος ἐγίνετο.
79 Ὧν τῷ δευτέρῳ ἔτει τῆς εἰς Ἱεροσόλυμα καθόδου τῶν Ἰουδαίων μηνὶ δευτέρῳ παραγενομένων συνείχετο ἡ τοῦ ναοῦ κατασκευή· καὶ τοὺς θεμελίους ἐγείραντες τῇ νουμηνίᾳ τοῦ δευτέρου μηνὸς τοῦ δευτέρου ἔτους ἐπῳκοδόμουν, προστησάμενοι τῶν ἔργων Λευιτῶν τε τοὺς εἰκοστὸν ἔτος ἤδη γεγονότας καὶ Ἰησοῦν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς ἀδελφοὺς καὶ Ζοδμοῆλον τὸν ἀδελφὸν Ἰούδα τοῦ Ἀμιναδάβου καὶ τοὺς υἱοὺς αὐτοῦ.
80 καὶ ὁ μὲν ναὸς πάσῃ χρησαμένων σπουδῇ τῶν τὴν ἐπιμέλειαν ἐγκεχειρισμένων θᾶττον ἢ προσεδόκησεν ἄν τις ἔλαβεν τέλος. ἀπαρτισθέντος δὲ τοῦ ἱεροῦ μετὰ σαλπίγγων οἱ ἱερεῖς ταῖς συνήθεσι στολαῖς κεκοσμημένοι καὶ οἱ Λευῖται καὶ οἱ Ἀσάφου παῖδες ἀναστάντες ὕμνουν τὸν θεόν, ὡς τὴν εἰς αὐτὸν εὐλογίαν Δαυίδης κατέδειξε πρῶτος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi