Kitap 11
88
Ταῦτʼ ἀκούσαντες οἱ Χουθαῖοι, τὴν γὰρ προσηγορίαν οἱ Σαμαρεῖται ταύτην ἔχουσιν, ἠγανάκτησαν καὶ πείθουσιν τὰ ἐν Συρίᾳ ἔθνη τῶν σατραπῶν δεηθῆναι τὸν αὐτὸν τρόπον, ὅνπερ ἐπὶ Κύρου πρότερον εἶτʼ ἐπὶ Καμβύσου μετʼ αὐτόν, ἐπισχεῖν τὴν τοῦ ναοῦ κατασκευὴν καὶ σπουδάζουσιν περὶ αὐτὸν τοῖς Ἰουδαίοις ἀναβολὴν καὶ τριβὴν πραγματεύσασθαι.
89
κατὰ δὲ τὸν καιρὸν τοῦτον ἀναβάντων εἰς Ἱεροσόλυμα Σισίνου τοῦ τῆς Συρίας καὶ Φοινίκης ἐπάρχου καὶ Σαρωβαζάνου μετὰ καί τινων ἑτέρων καὶ τοὺς ἡγεμόνας τῶν Ἰουδαίων ἐρομένων, τίνος αὐτοῖς συγχωρήσαντος οὕτως οἰκοδομοῦσιν τὸν ναόν, ὡς φρούριον μᾶλλον αὐτὸν εἶναι ἢ ἱερόν, καὶ τί δήποτε τὰς στοὰς καὶ τὰ τείχη περιβεβλήκασιν τῇ πόλει σφόδρα ὀχυρά,
90
Ζοροβάβηλος καὶ ὁ ἀρχιερεὺς Ἰησοῦς δούλους μὲν αὐτοὺς ἔφασαν εἶναι τοῦ μεγίστου θεοῦ, τὸν δὲ ναὸν τοῦτον αὐτῷ κατασκευασθέντα ὑπὸ βασιλέως αὐτῶν εὐδαίμονος καὶ πάντας ὑπερβάλλοντος ἀρετῇ πολὺν διαμεῖναι χρόνον.
91
ἐπεὶ δὲ τῶν πατέρων ἀσεβησάντων εἰς τὸν θεὸν Ναβουχοδονόσορος ὁ Βαβυλωνίων καὶ Χαλδαίων βασιλεὺς ἑλὼν τὴν πόλιν κατὰ κράτος αὐτήν τε καθεῖλεν καὶ τὸν ναὸν συλήσας ἐνέπρησεν καὶ τὸν λαὸν μετῴκισεν αἰχμάλωτον μεταγαγὼν εἰς Βαβυλῶνα,
92
Κῦρος ὁ μετʼ αὐτὸν τῆς Βαβυλωνίας καὶ Περσίδος βασιλεὺς ἔγραψεν οἰκοδομῆσαι τὸν ναόν, καὶ πάνθʼ ὅσα μετήγαγεν ἐξ αὐτοῦ Ναβουχοδονόσορος ἀναθήματα καὶ σκεύη Ζοροβαβήλῳ παραδοὺς καὶ Μιθριδάτῃ τῷ γαζοφύλακι προσέταξεν κομίσαι εἰς Ἱεροσόλυμα καὶ πάλιν εἰς τὸν ἴδιον ἀποκατασταθῆναι ναὸν οἰκοδομηθέντα.
93
τοῦτο γὰρ ἐπέστειλεν ἐν τάχει γενέσθαι Σαβάσηρον κελεύσας ἀναβάντα εἰς Ἱεροσόλυμα τῆς οἰκοδομίας τοῦ ναοῦ ποιήσασθαι πρόνοιαν. ὃς μετὰ τὸ λαβεῖν παρὰ Κύρου γράμματα, παραγενόμενος εὐθὺς τοὺς θεμελίους κατεβάλετο, καὶ ἐξ ἐκείνου τοῦ χρόνου κατασκευαζόμενος μέχρι καὶ τοῦ δεῦρο διὰ τὴν τῶν ἐχθρῶν κακοήθειάν ἐστιν ἀτελής.
94
εἰ τοίνυν βούλεσθε καὶ δοκιμάζετε, γράψατε ταῦτα Δαρείῳ, ὅπως ἐπισκεψάμενος τὰ τῶν βασιλέων ὑπομνήματα εὕρῃ μηδὲν ἡμᾶς ὧν λέγομεν καταψευσαμένους.