Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 11

6 ταῦτα Ἡσαΐας προεφήτευσεν ἔμπροσθεν ἢ κατασκαφῆναι τὸν ναὸν ἔτεσιν ἑκατὸν καὶ τεσσαράκοντα. ταῦτʼ οὖν ἀναγνόντα τὸν Κῦρον καὶ θαυμάσαντα τὸ θεῖον ὁρμή τις ἔλαβεν καὶ φιλοτιμία ποιῆσαι τὰ γεγραμμένα, καὶ καλέσας τοὺς ἐπιφανεστάτους τῶν ἐν Βαβυλῶνι Ἰουδαίων συγχωρεῖν αὐτοῖς ἔφη βαδίζειν εἰς τὴν αὐτῶν πατρίδα καὶ ἀναστῆσαί τε τὴν πόλιν Ἱεροσόλυμα καὶ τὸν τοῦ θεοῦ ναόν·
7 ἔσεσθαι γὰρ αὐτοῖς καὶ τοῦτον σύμμαχον αὐτόν τε γράψειν τοῖς γειτονεύουσιν ἐκείνῃ τῇ χώρᾳ τῶν ἰδίων ἡγεμόνων καὶ σατραπῶν, ἵνα συμβάλωνται χρυσὸν αὐτοῖς καὶ ἄργυρον εἰς τὴν οἰκοδομίαν τοῦ ναοῦ καὶ πρὸς τούτοις θρέμματα πρὸς τὰς θυσίας.
8 Ταῦτα Κύρου καταγγείλαντος τοῖς Ἰσραηλίταις ἐξώρμησαν οἱ τῶν δύο φυλῶν ἄρχοντες τῆς Ἰούδα καὶ Βενιαμίτιδος οἵ τε Λευῖται καὶ οἱ ἱερεῖς εἰς τὰ Ἱεροσόλυμα. πολλοὶ γὰρ κατέμειναν ἐν τῇ Βαβυλῶνι τὰ κτήματα καταλιπεῖν οὐ θέλοντες.
9 καὶ παραγενομένοις αὐτοῖς οἱ τοῦ βασιλέως φίλοι πάντες ἐβοήθουν καὶ συνεισέφερον εἰς τὴν τοῦ ναοῦ κατασκευὴν οἱ μὲν χρυσὸν οἱ δʼ ἄργυρον οἱ δὲ βοσκημάτων πλῆθος σὺν ἵπποις. καὶ τάς τε εὐχὰς ἀπεδίδοσαν τῷ θεῷ καὶ τὰς νομιζομένας κατὰ τὸ παλαιὸν θυσίας ἐπετέλουν, ὥσπερ ἀνακτιζομένης αὐτοῖς τῆς πόλεως καὶ ἀναβιούσης τῆς ἀρχαίας περὶ τὴν θρησκείαν συνηθείας.
10 ἀπέπεμψε δʼ αὐτοῖς Κῦρος καὶ τὰ σκεύη τοῦ θεοῦ, ἃ συλήσας τὸν ναὸν ὁ βασιλεὺς Ναβουχοδονόσορος εἰς τὴν Βαβυλῶνα ἐκόμισεν.
11 παρέδωκεν δὲ ταῦτα φέρειν Μιθριδάτῃ τῷ γαζοφύλακι αὐτοῦ προστάξας δοῦναι αὐτὰ Ἀβεσσάρῳ, ὅπως φυλάττῃ μέχρι τῆς οἰκοδομίας τοῦ ναοῦ, τελεσθέντος δὲ αὐτοῦ παραδῷ τοῖς ἱερεῦσιν καὶ ἄρχουσιν τοῦ πλήθους εἰς τὸν ναὸν ἀποθησομένοις.
12 πέμπει δὲ καὶ ἐπιστολὴν πρὸς τοὺς ἐν Συρίᾳ σατράπας Κῦρος τάδε λέγουσαν· βασιλεὺς Κῦρος Σισίνῃ καὶ Σαραβασάνῃ χαίρειν. Ἰουδαίων τῶν ἐν τῇ ἐμῇ χώρᾳ κατοικούντων ἐπέτρεψα τοῖς βουλομένοις εἰς τὴν ἰδίαν ἀπελθοῦσι πατρίδα τήν τε πόλιν ἀνακτίζειν καὶ τὸν ναὸν οἰκοδομῆσαι τὸν ἐν Ἱεροσολύμοις τοῦ θεοῦ ἐπὶ τοῦ αὐτοῦ τόπου, ἐφʼ οὗ καὶ πρότερον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi