Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 11

139 Ταῦτα μὲν οὖν καὶ αὐτὸς ἐβουλεύσατο Ἔσδρας, προεχώρησεν δʼ αὐτῷ κρίναντος αὐτὸν ἄξιον οἶμαι τοῦ θεοῦ τῶν βουληθέντων διὰ χρηστότητα καὶ δικαιοσύνην.
140 χρόνῳ δὲ ὕστερον προσελθόντων αὐτῷ τινων κατηγορούντων, ὥς τινες τοῦ πλήθους καὶ τῶν ἱερέων καὶ Λευιτῶν παραβεβήκασι τὴν πολιτείαν καὶ λελύκασιν τοὺς πατρίους νόμους ἀλλοεθνεῖς ἠγμένοι γυναῖκας καὶ τὸ ἱερατικὸν γένος συγκεχύκασιν,
141 δεομένων τε βοηθῆσαι τοῖς νόμοις, μὴ κοινὴν ἐπὶ πάντας ὀργὴν λαβὼν πάλιν αὐτοὺς εἰς συμφορὰς ἐμβάλῃ, διέρρηξε μὲν εὐθὺς ὑπὸ λύπης τὴν ἐσθῆτα καὶ τὴν κεφαλὴν ἐσπάρασσεν καὶ τὰ γένεια ὑβρίζων ἐπὶ τὴν γῆν τε ἑαυτὸν ἔρριψεν ἐπὶ τῷ τὴν αἰτίαν ταύτην λαβεῖν τοὺς πρώτους τοῦ λαοῦ.
142 λογιζόμενος δὲ ὅτι, ἐὰν ἐκβαλεῖν αὐτοὺς τὰς γυναῖκας καὶ τὰ ἐξ αὐτῶν προστάξῃ τέκνα, οὐκ ἀκουσθήσεται, διέμενεν ἐπὶ τῆς γῆς κείμενος. συνέτρεχον οὖν πρὸς αὐτὸν οἱ μέτριοι πάντες κλαίοντες καὶ αὐτοὶ καὶ τῆς ἐπὶ τῷ γεγενημένῳ λύπης συμμεταλαμβάνοντες.
143 ἀναστὰς δὲ ἀπὸ τῆς γῆς ὁ Ἔσδρας καὶ τὰς χεῖρας ἀνατείνας εἰς τὸν οὐρανόν, αἰσχύνεσθαι μὲν ἔλεγεν αὐτὸν ἀναβλέψαι διὰ τὰ ἡμαρτημένα τῷ λαῷ, ὃς τῆς μνήμης ἐξέβαλεν τὰ τοῖς πατράσιν ἡμῶν διὰ τὴν ἀσέβειαν αὐτῶν συμπεσόντα,
144 παρεκάλει δὲ τὸν θεὸν σπέρμα τι καὶ λείψανον ἐκ τῆς τότε συμφορᾶς αὐτῶν καὶ αἰχμαλωσίας περισώσαντα καὶ πάλιν εἰς Ἱεροσόλυμα καὶ τὴν οἰκείαν γῆν ἀποκαταστήσαντα καὶ τοὺς Περσῶν βασιλέας ἀναγκάσαντα λαβεῖν οἶκτον αὐτῶν, καὶ συγγνωμονῆσαι τοῖς νῦν ἡμαρτημένοις, ἄξια μὲν θανάτου πεποιηκόσιν, ὂν δὲ ἐπὶ τῇ τοῦ θεοῦ χρηστότητι καὶ τοὺς τοιούτους ἀφιέναι τῆς κολάσεως.
145 Καὶ ὁ μὲν ἐπαύσατο τῶν εὐχῶν· θρηνούντων δὲ πάντων, ὅσοι πρὸς αὐτὸν σὺν γυναιξὶν καὶ τέκνοις συνῆλθον, Ἀχόνιός τις ὀνόματι πρῶτος τῶν Ἱεροσολυμιτῶν, προσελθὼν αὐτοὺς μὲν ἁμαρτεῖν ἔλεγεν ἀλλοεθνεῖς ἐνοικισαμένους γυναῖκας, ἔπειθε δʼ αὐτὸν ἐξορκίσαι πάντας ἐκβαλεῖν αὐτὰς καὶ τὰ ἐξ αὐτῶν γεγενημένα, κολασθήσεσθαι δὲ τοὺς οὐχ ὑπακούσαντας τῷ νόμῳ.
146 πεισθεὶς οὖν τούτοις ὁ Ἔζδρας ἐποίησεν ὀμόσαι τοὺς φυλάρχους τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ Ἰσραηλιτῶν ἀποπέμψασθαι τὰς γυναῖκας καὶ τὰ τέκνα κατὰ τὴν Ἀχονίου συμβουλίαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi