Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 11

175 εἰς φόβον δὲ καὶ ταραχὴν αὐτοὺς ἐνέβαλλον καὶ φήμας αὐτοῖς διέστελλον ὡς πολλῶν ἐπιστρατεύειν αὐτοῖς μελλόντων ἐθνῶν, ὑφʼ ὧν ἐκταρασσόμενοι μικροῦ τῆς οἰκοδομίας ἀπέστησαν.
176 τὸν δὲ Νεεμίαν οὐδὲν τούτων ἐξέστησεν τῆς σπουδῆς τῆς περὶ τὸ ἔργον, ἀλλὰ στῖφός τι φυλακῆς ἕνεκα τοῦ σώματος περιβαλλόμενος ἀτρύτως ὑπέμενεν, ὑπὸ τῆς περὶ τὸ ἔργον ἐπιθυμίας ἀναισθητῶν καὶ τῆς ταλαιπωρίας. οὕτως δὲ καὶ συντεταμένως καὶ προνοητικῶς αὐτοῦ τῆς σωτηρίας εἶχεν οὐχὶ φοβούμενος τὸν θάνατον, ἀλλὰ πεπεισμένος, ὅτι μετὰ τὴν αὐτοῦ τελευτὴν οὐκέτʼ αὐτοῦ τοῖς πολίταις ἀναστήσεται τὰ τείχη.
177 ἐκέλευσεν δὲ ἑξῆς τοὺς οἰκοδομοῦντας ὅπλα περιζωννυμένους ἐργάζεσθαι, καὶ ὁ μὲν οἰκοδόμος μάχαιραν εἶχεν καὶ ὁ τὴν ὕλην παρακομίζων, θυρεοὺς δʼ ἔγγιστα αὐτῶν ἐκέλευσεν κεῖσθαι καὶ σαλπιγκτὰς ἀπὸ πεντακοσίων ἔστησεν ποδῶν προστάξας, ἂν ἐπιφανῶσιν οἱ πολέμιοι, τοῦτο σημῆναι τῷ λαῷ, ἵνʼ ὁπλισάμενοι μάχωνται καὶ μὴ γυμνοῖς αὐτοῖς ἐπιπέσωσιν.
178 αὐτὸς δὲ νύκτωρ περιήρχετο τῆς πόλεως τὸν κύκλον οὐδὲν κάμνων οὔτε τοῖς ἔργοις οὔτε τῇ διαίτῃ οὔτε τοῖς ὕπνοις· οὐδενὶ γὰρ τούτων πρὸς ἡδονὴν ἀλλὰ πρὸς ἀνάγκην ἐχρῆτο.
179 καὶ ταύτην ὑπέμεινε τὴν ταλαιπωρίαν ἐπὶ ἔτη δύο καὶ μῆνας τέσσαρας· ἐν τούτῳ γὰρ τῷ χρόνῳ τοῖς Ἱεροσολύμοις ἀνῳκοδομήθη τὸ τεῖχος, ὀγδόῳ καὶ εἰκοστῷ τῆς Ξέρξου βασιλείας ἔτει μηνὶ ἐνάτῳ.
180 τέλος δὲ τῶν τειχῶν λαβόντων Νεεμίας καὶ τὸ πλῆθος ἔθυσαν τῷ θεῷ ὑπὲρ τῆς τούτων οἰκοδομίας καὶ διῆγον ἐφʼ ἡμέρας ὀκτὼ εὐωχούμενοι. τὰ μὲν οὖν ἔθνη τὰ ἐν τῇ Συρίᾳ κατῳκημένα τῆς τῶν τειχῶν οἰκοδομίας πέρας ἔχειν ἀκουσθείσης ἐδυσφόρει.
181 Νεεμίας δὲ τὴν πόλιν ὁρῶν ὀλιγανθρωπουμένην τοὺς ἱερεῖς τε καὶ Λευίτας παρεκάλεσεν τὴν χώραν ἐκλιπόντας μετελθεῖν εἰς τὴν πόλιν καὶ μένειν ἐν αὐτῇ κατασκευάσας τὰς οἰκίας αὐτοῖς ἐκ τῶν ἰδίων ἀναλωμάτων·
182 τόν τε γεωργοῦντα λαὸν τὰς δεκάτας τῶν καρπῶν ἐκέλευσε φέρειν εἰς Ἱεροσόλυμα, ἵνα τρέφεσθαι διηνεκῶς ἔχοντες οἱ ἱερεῖς καὶ Λευῖται μὴ καταλείπωσι τὴν θρησκείαν. καὶ οἱ μὲν ἡδέως ὑπήκουσαν οἷς Νεεμίας διετάξατο, πολυανθρωποτέραν δὲ τὴν τῶν Ἱεροσολυμιτῶν πόλιν οὕτως συνέβη γενέσθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi