Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 11

191 ἡ δὲ φυλακῇ τῶν παρὰ Πέρσαις νόμων, οἳ τοῖς ἀλλοτρίοις βλέπεσθαι τὰς γυναῖκας ἀπηγορεύκασιν, οὐκ ἐπορεύετο πρὸς τὸν βασιλέα, καὶ πολλάκις τοὺς εὐνούχους ἀποστέλλοντος πρὸς αὐτὴν οὐδὲν ἧττον ἐνέμεινεν παραιτουμένη τὴν ἄφιξιν,
192 ὡς εἰς ὀργὴν παροξυνθέντα τὸν βασιλέα λῦσαι μὲν τὸ συμπόσιον, ἀναστάντα δὲ καὶ τοὺς ἑπτὰ τῶν Περσῶν, οἳ τὴν τῶν νόμων ἐξήγησιν ἔχουσι παρʼ αὐτοῖς, καλέσαντα κατηγορεῖν τῆς γυναικὸς καὶ λέγειν, ὡς ὑβρισθείη πρὸς αὐτῆς· κληθεῖσα γὰρ ὑπʼ αὐτοῦ πολλάκις εἰς τὸ συμπόσιον ὑπήκουσεν οὐδὲ ἅπαξ.
193 προσέταξεν οὖν δηλοῦν, τίνα κατʼ αὐτῆς νόμον ὁρίζουσιν. ἑνὸς δʼ ἐξ αὐτῶν Μουχαίου ὄνομα εἰπόντος οὐκ αὐτῷ μόνῳ ταύτην γεγονέναι τὴν ὕβριν, ἀλλὰ πᾶσι Πέρσαις, οἷς κινδυνεύεται καταφρονουμένοις ὑπὸ τῶν γυναικῶν αἴσχιστα διαγεγονέναι τὸν βίον·
194 οὐδεμία γὰρ τοῦ συνοικοῦντος ἀνδρὸς αἰδῶ ποιήσεται παράδειγμα τὴν τῆς βασιλίσσης ὑπερηφανίαν πρὸς σὲ τὸν κρατοῦντα ἁπάντων ἔχουσα. παρακελευομένου δὲ τὴν οὕτως ἐνυβρίζουσαν αὐτῷ ζημιῶσαι μεγάλην ζημίαν καὶ τοῦτο ποιήσαντα διαγγεῖλαι τοῖς ἔθνεσιν τὰ περὶ τῆς βασιλίσσης κεκυρωμένα, ἔδοξε τὴν Ἄστην ἐκβαλεῖν καὶ δοῦναι τὴν ἐκείνης τιμὴν ἑτέρᾳ γυναικί.
195 Διακείμενος δὲ πρὸς αὐτὴν ἐρωτικῶς καὶ μὴ φέρων τὴν διάζευξιν, καταλλαγῆναι μὲν αὐτῇ διὰ τὸν νόμον οὐκ ἐδύνατο, λυπούμενος δὲ ὡς ἐπʼ ἀδυνάτοις οἷς ἤθελεν διετέλει. βλέποντες δʼ αὐτὸν οὕτως ἔχοντα χαλεπῶς οἱ φίλοι συνεβούλευον τὴν μὲν τῆς γυναικὸς μνήμην καὶ τὸν ἔρωτα μηδὲν ὠφελούμενον ἐκβαλεῖν,
196 ζητῆσαι δὲ περιπέμψαντα καθʼ ὅλην τὴν οἰκουμένην παρθένους εὐπρεπεῖς, ὧν τὴν προκριθεῖσαν ἕξειν γυναῖκα· σβέννυσθαι γὰρ τὸ πρὸς τὴν προτέραν φιλόστοργον ἑτέρας ἐπεισαγωγῇ, καὶ τὸ πρὸς ἐκείνην εὔνουν ἀποσπώμενον κατὰ μικρὸν γίνεσθαι τῆς συνούσης.
197 πεισθεὶς δὲ τῇ συμβουλίᾳ ταύτῃ προσέταξέ τισιν ἐπιλεξαμένους τὰς εὐδοκιμούσας ἐπʼ εὐμορφίᾳ τῶν ἐν τῇ βασιλείᾳ παρθένων ἀγαγεῖν πρὸς αὐτόν.
198 συναχθεισῶν δὲ πολλῶν εὑρέθη τις ἐν Βαβυλῶνι κόρη τῶν γονέων ἀμφοτέρων ὀρφανὴ παρὰ τῷ θείῳ Μαρδοχαίῳ, τοῦτο γὰρ ἦν ὄνομα αὐτῷ, τρεφομένη· οὗτος δʼ ἦν ἐκ τῆς Βενιαμίτιδος φυλῆς, τῶν δὲ πρώτων παρὰ τοῖς Ἰουδαίοις.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi