Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 11

199 πασῶν δὲ τὴν Ἐσθῆρα συνέβαινεν, τοῦτο γὰρ ἦν αὐτῇ τοὔνομα, τῷ κάλλει διαφέρειν καὶ τὴν χάριν τοῦ προσώπου τὰς ὄψεις τῶν θεωμένων μᾶλλον ἐπάγεσθαι.
200 παραδοθεῖσα δὲ αὕτη τινὶ τῶν εὐνούχων εἰς ἐπιμέλειαν πάσης ἐτύγχανε προνοίας ἀρωμάτων ἀφθονίᾳ καὶ πολυτελείᾳ τῶν ἀλειμμάτων ὧν χρῄζει τὰ σώματα καταρδομένη, καὶ τούτων ἀπέλαυον ἐπὶ μῆνας ἓξ τετρακόσιαι τὸν ἀριθμὸν οὖσαι.
201 ὅτε δʼ ἐνόμιζεν ἀποχρώντως τῷ προειρημένῳ χρόνῳ τὴν ἐπιμέλειαν ἔχειν τὰς παρθένους καὶ τοῦ βαδίζειν αὐτὰς ἐπὶ κοίτην βασιλέως ἀξίας ἤδη γεγονέναι, καθʼ ἑκάστην ἡμέραν μίαν ἔπεμπεν τῷ βασιλεῖ συνεσομένην.
202 ὁ δὲ πλησιάζων εὐθὺς ἀπέπεμπεν πρὸς τὸν εὐνοῦχον. ἀφικομένης δὲ τῆς Ἐσθήρας πρὸς αὐτὸν ἡσθεὶς αὐτῇ καὶ πεσὼν τῆς κόρης εἰς ἔρωτα νομίμως αὐτὴν ἄγεται γυναῖκα καὶ γάμους αὐτῇ ποιεῖται δωδεκάτῳ μηνὶ ἑβδόμου ἔτους τῆς αὐτοῦ βασιλείας, Ἀδέρῳ δὲ καλουμένῳ.
203 διέπεμψε δὲ τοὺς ἀγγάρους λεγομένους εἰς πᾶν ἔθνος ἑορτάζειν τοὺς γάμους παραγγέλλων, αὐτὸς δὲ Πέρσας καὶ τοὺς Μήδους καὶ τοὺς πρώτους τῶν ἐθνῶν ἑστιᾷ ἐπὶ μῆνα ὅλον ὑπὲρ τῶν γάμων αὐτοῦ, εἰσελθούσῃ δὲ εἰς τὸ βασίλειον περιτίθησι τὸ διάδημα, καὶ συνῴκησεν οὕτως Ἐσθήρα μὴ ποιήσασα φανερὸν αὐτῷ τὸ ἔθνος, ἐξ οὗπερ εἴη τυγχάνουσα.
204 μεταβὰς δὲ ὁ θεῖος αὐτῆς ἐκ Βαβυλῶνος εἰς Σοῦσα τῆς Περσίδος αὐτόθι διῆγεν ἑκάστης ἡμέρας πρὸς τοῖς βασιλείοις διατρίβων καὶ πυνθανόμενος περὶ τῆς κόρης, τίνα διάγει τρόπον· ἔστεργεν γὰρ αὐτὴν ὡς αὑτοῦ θυγατέρα.
205 Ἔθηκε δὲ καὶ νόμον ὁ βασιλεὺς ὥστε μηδένα τῶν ἰδίων αὐτῷ προσιέναι μὴ κληθέντα, ὁπηνίκα ἐπὶ τοῦ θρόνου καθέζοιτο. περιεστήκεσαν δὲ τὸν θρόνον αὐτοῦ πελέκεις ἔχοντες ἄνθρωποι πρὸς τὸ κολάζειν τοὺς προσιόντας ἀκλήτους τῷ θρόνῳ.
206 καθῆστο μέντοι λύγον χρυσέαν ἔχων αὐτὸς ὁ βασιλεύς, ἣν ὅτε τινὰ σώζειν ἤθελεν τῶν ἀκλήτων προσιόντων ἐξέτεινεν πρὸς αὐτόν· ὁ δὲ ἁπτόμενος αὐτῆς ἀκίνδυνος ἦν. καὶ περὶ μὲν τούτων ἀρκούντως ἡμῖν δεδήλωται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi